§1.3#2εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχʼ ἂν ἄδηλον εἴη, Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς πρώτης αἰτίας (Ἵππωνα γὰρ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας)·
那么,这种关于自然的意见是否恰好是某种古老而久远的东西,或许并不清楚;然而,据说泰勒斯对第一原因作出了这样的阐明(因为由于希蓬思想的贫乏,人们不会认为他值得与这些人并列)。
Ἀναξιμένης δὲ ἀέρα καὶ Διογένης πρότερον ὕδατος καὶ μάλιστʼ ἀρχὴν τιθέασι τῶν ἁπλῶν σωμάτων, Ἵππασος δὲ πῦρ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος, Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν προστιθεὶς τέταρτον (ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλʼ ἢ πλήθει καὶ ὀλιγότητι, συγκρινόμενα καὶ διακρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός)·
而阿那克西美尼和第欧根尼认为空气先于水,并主要是简单物体的原理;梅塔蓬图姆的希帕索斯和以弗所的赫拉克利特认为火是原理;恩培多克勒则认为四种元素是原理,在已提及的之外增加了土作为第四种(因为他说,这些元素始终存留,除了在多与少上通过结合成一体以及从一体中分离出来之外,它们并不产生)。
Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου τοῖς δʼ ἔργοις ὕστερος ἀπείρους εἶναί φησι τὰς ἀρχάς· σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ καθάπερ ὕδωρ ἢ πῦρ οὕτω γίγνεσθαι καὶ ἀπόλλυσθαί φησι, συγκρίσει καὶ διακρίσει μόνον, ἄλλως δʼ οὔτε γίγνεσθαι οὔτʼ ἀπόλλυσθαι ἀλλὰ διαμένειν ἀΐδια.
而克拉佐门尼的阿那克萨戈拉在年龄上虽先于他,但在工作上却后于他,他说原理是无限的;因为他认为,几乎所有同质部分如水或火都只是通过结合和分离以这种方式产生和灭亡,而以其他方式则既不产生也不灭亡,而是保持永恒。
—ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειεν ἂν τὴν ἐν ὕλης εἴδει λεγομένην· προϊόντων δʼ οὕτως, αὐτὸ τὸ πρᾶγμα ὡδοποίησεν αὐτοῖς καὶ συνηνάγκασε ζητεῖν·
——因此,从这些人的观点来看,人们或许会认为只有在质料形式上所说的一端是原因;但随着他们如此深入,事情本身为他们开辟了道路,并迫使他们去探究。
εἰ γὰρ ὅτι μάλιστα πᾶσα γένεσις καὶ φθορὰ ἔκ τινος ἑνὸς ἢ καὶ πλειόνων ἐστίν, διὰ τί τοῦτο συμβαίνει καὶ τί τὸ αἴτιον;
因为,哪怕一切生成和消灭最确实地是从某一个或多个东西中产生的,这究竟是为什么发生,其原因又是什么?
οὐ γὰρ δὴ τό γε ὑποκείμενον αὐτὸ ποιεῖ μεταβάλλειν ἑαυτό· λέγω δʼ οἷον οὔτε τὸ ξύλον οὔτε ὁ χαλκὸς αἴτιος τοῦ μεταβάλλειν ἑκάτερον αὐτῶν, οὐδὲ ποιεῖ τὸ μὲν ξύλον κλίνην ὁ δὲ χαλκὸς ἀνδριάντα, ἀλλʼ ἕτερόν τι τῆς μεταβολῆς αἴτιον.
因为基底本身确实不会使自身发生改变;我的意思是,例如,木材和青铜都不是它们各自改变的原因,木材不会制造床,青铜也不会制造雕像,而是其他某种东西是改变的原因。
τὸ δὲ τοῦτο ζητεῖν ἐστὶ τὸ τὴν ἑτέραν ἀρχὴν ζητεῖν, ὡς ἂν ἡμεῖς φαίημεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
而寻找这个,就是寻找我们所说的第二种原理,即运动的起点之源。
οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς ἁψάμενοι τῆς μεθόδου τῆς τοιαύτης καὶ ἓν φάσκοντες εἶναι τὸ ὑποκείμενον οὐθὲν ἐδυσχέραναν ἑαυτοῖς, ἀλλʼ ἔνιοί γε τῶν ἓν λεγόντων, ὥσπερ ἡττηθέντες ὑπὸ ταύτης τῆς ζητήσεως, τὸ ἓν ἀκίνητόν φασιν εἶναι καὶ τὴν φύσιν ὅλην οὐ μόνον κατὰ γένεσιν καὶ φθοράν (τοῦτο μὲν γὰρ ἀρχαῖόν τε καὶ πάντες ὡμολόγησαν) ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μεταβολὴν πᾶσαν· καὶ τοῦτο αὐτῶν ἴδιόν ἐστιν.
那么,那些完全从一开始就采用这种方法并声称基底为一的人,并没有给自己带来任何困扰;但是,那些声称基底为一的人中的某些人,仿佛在这项探究面前认输了一般,声称这一本身是不可动的,整个自然不仅在生成和消灭上(因为这是古老的,且所有人都同意的),而且在所有其他变化上也是不可动的;这是他们特有的观点。
τῶν μὲν οὖν ἓν φασκόντων εἶναι τὸ πᾶν οὐθενὶ συνέβη τὴν τοιαύτην συνιδεῖν αἰτίαν πλὴν εἰ ἄρα Παρμενίδῃ, καὶ τούτῳ κατὰ τοσοῦτον ὅσον οὐ μόνον ἓν ἀλλὰ καὶ δύο πως τίθησιν αἰτίας εἶναι·
因此,在声称宇宙为一的人中,没有人能够察觉到这种原因,除非是巴门尼德,而且他也仅限于不仅把一,而且在某种意义上也把二作为原因。
τοῖς δὲ δὴ πλείω ποιοῦσι μᾶλλον ἐνδέχεται λέγειν, οἷον τοῖς θερμὸν καὶ ψυχρὸν ἢ πῦρ καὶ γῆν· χρῶνται γὰρ ὡς κινητικὴν ἔχοντι τῷ πυρὶ τὴν φύσιν, ὕδατι δὲ καὶ γῇ καὶ τοῖς τοιούτοις τοὐναντίον.
但是,对于那些使原理为多的人来说,则更有可能谈论它,例如那些以热和冷、或火和土为原理的人;因为他们把火作为具有运动本性的东西来使用,而把水、土及类似的东西作为其对立面。
—μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς, ὡς οὐχ ἱκανῶν οὐσῶν γεννῆσαι τὴν τῶν ὄντων φύσιν, πάλιν ὑπʼ αὐτῆς τῆς ἀληθείας, ὥσπερ εἴπομεν, ἀναγκαζόμενοι τὴν ἐχομένην ἐζήτησαν ἀρχήν.
——在这些人及这些原理之后,由于它们不足以产生存在者的自然,他们再次被真理本身所迫,正如我们所说,去寻找紧接着的原理。
τοῦ γὰρ εὖ καὶ καλῶς τὰ μὲν ἔχειν τὰ δὲ γίγνεσθαι τῶν ὄντων ἴσως οὔτε πῦρ οὔτε γῆν οὔτʼ ἄλλο τῶν τοιούτων οὐθὲν οὔτʼ εἰκὸς αἴτιον εἶναι οὔτʼ ἐκείνους οἰηθῆναι· οὐδʼ αὖ τῷ αὐτομάτῳ καὶ τύχῃ τοσοῦτον ἐπιτρέψαι πρᾶγμα καλῶς εἶχεν.
因为,关于存在者中有些事物处于良好而美好的状态,而另一些事物则如此产生,火、土或任何其他此类事物都不可能是其原因,他们也不可能这样认为;此外,将如此重大的事情托付给自发和偶然也是不妥当的。
νοῦν δή τις εἰπὼν ἐνεῖναι, καθάπερ ἐν τοῖς ζῴοις, καὶ ἐν τῇ φύσει τὸν αἴτιον τοῦ κόσμου καὶ τῆς τάξεως πάσης οἷον νήφων ἐφάνη παρʼ εἰκῇ λέγοντας τοὺς πρότερον.
因此,有人说就像在动物中一样,自然中也存在着“理智”,它是宇宙和所有秩序的原因,这使得他与之前胡乱说话的人相比,显得像是一个清醒的人。
φανερῶς μὲν οὖν Ἀναξαγόραν ἴσμεν ἁψάμενον τούτων τῶν λόγων, αἰτίαν δʼ ἔχει πρότερον Ἑρμότιμος ὁ Κλαζομένιος εἰπεῖν.
那么,我们清楚地知道阿那克萨戈拉触及了这些论点,但克拉佐门尼的赫尔莫蒂莫斯被认为在此之前就说过。
οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν, καὶ τὴν τοιαύτην ὅθεν ἡ κίνησις ὑπάρχει τοῖς οὖσιν·
因此,那些这样认为的人,既把美好的原因定为存在者的原理,同时也把这种使运动存在于存在者中的原因定为原理。