Humanitext Reader

亚里士多德 · 论记忆与回忆 §1#2

木板画比喻与对不在场之物的记忆

第 2 段,共 5 段 · 希腊语

内容简介

在阐明身体的流变性和器官硬度等阻碍记忆产生的因素后,本节以“木板画”的双重性为例,区分了将心像作为其自身来观照和作为他物的肖像来观照的两种情况,从而解释了不在场之物如何能够被记住。

§1#2Ἀπορήσειε δ’ ἄν τις πῶς ποτὲ τοῦ μὲν πάθους παρόντος τοῦ δὲ πράγματος ἀπόντος μνημονεύεται τὸ μὴ παρόν.
人们可能会提出疑问:当受动存在而事物不在时,现不存在之物究竟是如何被记住的。
Δῆλον γὰρ ὅτι δεῖ νοῆσαι τοιοῦτον τὸ γινόμενον διὰ τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ καὶ τῷ μορίῳ τοῦ σώματος τῷ ἔχοντι αὐτήν, οἷον ζωγράφημά τι τὸ πάθος, οὖ φαμὲν τὴν ἕξιν μνήμην εἶναι·
因为显而易见,我们必须将通过感觉在灵魂中以及在具有感觉的身体部分中所产生的东西,理解为一种如同画作一般的受动,而我们所说的记忆正是这种受动的持存。
ἡ γὰρ γινομένη κίνησις ἐνσημαίνεται οἷον τύπον τινὰ τοῦ αἰσθήματος, καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις.
因为所产生的运动就像那些用指环盖印的人一样,印刻下感觉印象的某种类似印记的东西。
Διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι’ ἡλικίαν οὖσιν οὐ γίνεται μνήμη, καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος·
因此,对于因情欲或年龄而处于剧烈运动中的人,记忆并不会产生,这就像运动和印章落入流动的水中一样。
τοῖς δὲ διὰ τὸ ψήχεσθαι, καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων, καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίνεται ὁ τύπος.
而另一些人,则因为像古老建筑那样磨损,以及由于接受受动之部位的坚硬,印记无法产生。
Διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσιν· ῥέουσι γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν.
因此,极年轻的人和老年人都容易忘事;因为前者由于生长而处于流变之中,后者由于衰退而处于流变之中。
Ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ οἱ λίαν βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν γάρ εἰσιν ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ σκληρότεροι· τοῖς μὲν οὖν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ, τῶν δ’ οὐχ ἅπτεται.
同样,过于敏捷的人和过于迟缓的人,双方似乎都不具有良好的记忆力;因为前者比需要的更加湿润,而后者则更加坚硬;对于前者,心像不能留存在灵魂中,而对于后者,心像则无法触及。
Ἀλλ’ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος, ἢ ἐκεῖνο ἀφ’ οὖ ἐγένετο;
然而,如果关于记忆所发生的事情确实如此,那么人记住的是这受动,还是产生这受动的那一实物?
Εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τούτου μνημονεύομεν, οὗ μὴ αἰσθανόμεθα, τὸ ἀπόν;
因为如果是前者,我们便无法记住任何不在场的事物;但如果是后者,我们既然感知着这一受动,又如何能记住我们并未感知到的那个不在场的事物呢?
Εἴτ’ ἐστὶν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν, τούτου αὐτοῦ ἡ αἴσθησις διὰ τί ἂν εἴη μνήμη ἑτέρου, ἀλλ’ οὐκ αὐτοῦ τούτου;
此外,如果它就像我们体内的印记或图画,那么对这一事物本身的感知,究竟为什么会成为对另一事物的记忆,而不是对这一事物本身的记忆呢?
Ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου.
因为能动地运用记忆的人正在观照这一受动并感知着它。
Πῶς οὖν τὸ μὴ παρὸν μνημονεύει;
那么,他究竟如何记住不在场之物?
Εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν.
因为若是这样,看和听不在场之物也将成为可能。
Ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο;
还是说,存在着某种方式使这成为可能并确实发生?
Οἷον γὰρ τὸ ἐν τῷ πίνακι γεγραμμένον καὶ ζῷόν ἐστι καὶ εἰκών, καὶ τὸ αὐτὸ καὶ ἓν τοῦτ’ ἐστὶν ἄμφω, τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν, καὶ ἔστι θεωρεῖν καὶ ὡς ζῷον καὶ ὡς εἰκόνα, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ αὐτό τι καθ’ αὑτὸ εἶναι θεώρημα καὶ ἄλλου φάντασμα.
例如,画在木板上的东西既是动物又是肖像,这同一个且单一的东西兼具两者,然而两者的存在并不相同,既可以把它作为动物来观照,也可以作为肖像来观照;同样,我们必须将我们体内的心像也理解为:它既是其自身的一种观照对象,又是另一事物的心像。
Ἦι μὲν οὖν καθ’ αὑτό, θεώρημα ἢ φάντασμά ἐστιν, ᾖ δ’ ἄλλου, οἷον εἰκὼν καὶ μνημόνευμα.
因此,只要它是作为其自身而存在,它就是观照对象或心像;而只要它是作为另一事物而存在,它就是肖像和记忆的提醒物。
Ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ, ἂν μὲν ᾗ καθ’ αὑτό ἐστι, ταύτῃ αἴσθηται ἡ ψυχὴ αὐτοῦ, οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν· ἂν δ’ ᾗ ἄλλου, ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρεῖ, καὶ μὴ ἑωρακὼς τὸν Κορίσκον ὡς Κορίσκου·
所以,每当心像的运动能动地活动时,如果灵魂是在它作为其自身的范围内感知它,那么某种思惟或心像就会显得浮现出来;但如果是在它作为另一事物的范围内感知它,就会像在画作中那样把它作为肖像来观照,即使没有见过科里斯科斯,也会把它作为科里斯科斯的肖像来观照。
ἐνταῦθά τε ἄλλο τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ, ἔν τε τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα μόνον, τὸ δ’ ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα.
在这里,这种观照的受动与将其作为画出的动物来观照时的受动是不同的;而在灵魂中,一者的产生仅仅像是一种思惟,而另一者则像在画作中的情况一样,因为它是肖像,所以作为提醒物而产生。
Καὶ διὰ τοῦτο ἐνίοτ’ οὐκ ἴσμεν, ἐγγινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, καὶ εἰ ἔστι μνήμη ἢ οὒ διστάζομεν· ὁτὲ δὲ συμβαίνει ἐννοῆσαι καὶ ἀναμνησθῆναι ὅτι ἠκούσαμέν τι πρότερον ἢ εἴδομεν.
正因如此,当我们在灵魂中由先前的感知产生出此类运动时,我们有时不知道这是否是顺应先前的感知而发生的,并怀疑这是否是记忆;但有时我们又会想到并回忆起我们以前曾听过或看过某事。
Τοῦτο δὲ συμβαίνει, ὅταν θεωρῶν ὡς αὐτὸ μεταβάλλῃ καὶ θεωρῇ ὡς ἄλλου.
这发生在当人观照它作为其自身时,发生了转变,进而将其作为另一事物的肖像来观照。
Γίνεται δὲ καὶ τοὐναντίον, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημονεύοντες.
相反的情况也会发生,例如发生在奥雷乌斯的安蒂费隆以及其他精神失常的人身上:因为他们把自己的心像说成是曾经发生过的事情,并且当作是在记忆。
Τοῦτο δὲ γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ.
这发生在一个把非肖像的东西当作肖像来观照的时候。
Αἱ δὲ μελέται τὴν μνήμην σώζουσι τῷ ἐπαναμιμνήσκειν· τοῦτο δ’ ἐστὶν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ ὡς καθ’ αὑτό.
而反复练习通过不断提醒来保存记忆;这无非是多次将心像作为肖像来观照,而不是作为其自身来观照。
Τί μὲν οὖν ἐστὶ μνήμη καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ, καὶ ᾧ χρόνου αἰσθανόμεθα.
因此,记忆与记住是什么已经说明:它是心像作为该心像所代表之物的肖像的一种持存,并且说明了它属于我们体内的哪一部分,即属于第一感觉能力,也就是我们借以感知时间的部分。

词汇与语法注释

  1. §1#2οὗ φαμὲν τὴν ἕξιν μνήμην εἶναι — 关系代词 οὗ 的先行词是 τὸ πάθος(受动)。在带不定式的结构中,τὴν ἕξιν(状态)作 εἶναι 的主格(带对格的主语),而 μνήμην(记忆)作宾语补足语(对格的表语)。
  2. §1#2καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως — 在连接词 καθάπερ ἄν 之后省略了一个表示潜能的动词(如 γένοιτο),而属格独立分词结构 ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος 在此起到了假设条件从句的作用。
  3. ¦p.279¦τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν — 冠词性不定式 τὸ εἶναι 作为名词短语表示事物的“存在”、“本质”或“定义”。与格的 ἀμφοῖν 表示所属或参照标准(“对于两者而言”)。
  4. ¦p.279¦καὶ μὴ ἑωρακὼς τὸν Κορίσκον ὡς Κορίσκου — 属格的 Κορίσκου 修饰从上下文中省略的名词 εἰκόνα(肖像),表示“作为科里斯科斯的[肖像]”。

引用这一段

亚里士多德, 论记忆与回忆 §1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。