← アリストテレス

記憶と想起について

§1#2

板絵の比喩と不在の対象の記憶

記憶を形成しにくくする要因として肉体的流動性や器官の硬さを挙げた上で、心像自体を観照することと、それを他者の肖像(イメージ)として観照することの区別を「板絵」の二重性を例に挙げつつ論じ、不在の対象が記憶されうる仕組みを明らかにする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#2

ἀπορήσειε δ' ἄν τις πῶς ποτὲ τοῦ μὲν πάθους παρόντος τοῦ δὲ πράγματος ἀπόντος μνημονεύεται τὸ μὴ παρόν. δῆλον γὰρ ὅτι δεῖ νοῆσαι τοιοῦτον τὸ γινόμενον διὰ τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ καὶ τῷ μορίῳ τοῦ σώματος τῷ ἔχοντι αὐτήν, οἷον ζωγράφημά τι τὸ πάθος, οὗ φαμὲν τὴν ἕξιν μνήμην εἶναι·1 ἡ γὰρ γινομένη κίνησις ἐνσημαίνεται οἷον τύπον τινὰ τοῦ αἰσθήματος, καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. διὸ καὶ τοῖς μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι' ἡλικίαν οὖσιν οὐ γίνεται μνήμη, καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως2 καὶ τῆς σφραγῖδος· τοῖς δὲ διὰ τὸ ψήχεσθαι, καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων, καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίνεται ὁ τύπος. διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσιν· ῥέουσι γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν. ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ οἱ λίαν βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν γάρ εἰσιν ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ σκληρότεροι· τοῖς μὲν οὖν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ, τῶν δ' οὐχ ἅπτεται. ἀλλ' εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος, ἢ ἐκεῖνο ἀφ' οὗ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ' ἐκεῖνο, πῶς αἰσθανόμενοι τούτου μνημονεύομεν, οὗ μὴ αἰσθανόμεθα, τὸ ἀπόν; εἴτ' ἐστὶν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν, τούτου αὐτοῦ ἡ αἴσθησις διὰ τί ἂν εἴη μνήμη ἑτέρου, ἀλλ' οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. πῶς οὖν τὸ μὴ παρὸν μνημονεύει; εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο; οἷον γὰρ τὸ ἐν τῷ πίνακι γεγραμμένον καὶ ζῷόν ἐστι καὶ εἰκών, καὶ τὸ αὐτὸ καὶ ἓν τοῦτ' ἐστὶν ἄμφω, τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν,3 καὶ ἔστι θεωρεῖν καὶ ὡς ζῷον καὶ ὡς εἰκόνα, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ αὐτό τι καθ' αὑτὸ εἶναι θεώρημα καὶ ἄλλου φάντασμα. ᾗ μὲν οὖν καθ' αὑτό, θεώρημα ἢ φάντασμά ἐστιν, ᾗ δ' ἄλλου, οἷον εἰκὼν καὶ μνημόνευμα. ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ, ἂν μὲν ᾗ καθ' αὑτό ἐστι, ταύτῃ αἴσθηται ἡ ψυχὴ αὐτοῦ, οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν· ἂν δ' ᾗ ἄλλου, ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρεῖ, καὶ μὴ ἑωρακὼς τὸν Κορίσκον ὡς Κορίσκου·4 ἐνταῦθά τε ἄλλο τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον θεωρῇ, ἔν τε τῇ ψυχῇ τὸ μὲν γίνεται ὥσπερ νόημα μόνον, τὸ δ' ὡς ἐκεῖ ὅτι εἰκών, μνημόνευμα. καὶ διὰ τοῦτο ἐνίοτ' οὐκ ἴσμεν, ἐγγινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον, εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει, καὶ εἰ ἔστι μνήμη ἢ οὒ διστάζομεν· ὁτὲ δὲ συμβαίνει ἐννοῆσαι καὶ ἀναμνησθῆναι ὅτι ἠκούσαμέν τι πρότερον ἢ εἴδομεν. τοῦτο δὲ συμβαίνει, ὅταν θεωρῶν ὡς αὐτὸ μεταβάλλῃ καὶ θεωρῇ ὡς ἄλλου. γίνεται δὲ καὶ τοὐναντίον, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημονεύοντες. τοῦτο δὲ γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. αἱ δὲ μελέται τὴν μνήμην σώζουσι τῷ ἐπαναμιμνήσκειν· τοῦτο δ' ἐστὶν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ ὡς καθ' αὑτό. τί μὲν οὖν ἐστὶ μνήμη καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος, ὡς εἰκόνος οὗ φάντασμα, ἕξις, καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ, καὶ ᾧ χρόνου αἰσθανόμεθα.

人は次のように疑念を抱くかもしれない。受動が現在あり、実物が不在であるときに、いかにして現に存在しないものが記憶されるのだろうか、と。というのも、感覚を介して魂の中に、そして感覚を有する身体の部分の中に生じるものは、一種の絵画のような受動であり、その状態を我々は記憶と呼んでいる、と理解せねばならないからである。実際、生じる運動は、印章指輪で封印する人々のように、感覚印象のいわば一種の刻印を押し留めるのである。それゆえ、情念や年齢のゆえに激しい運動の中にある人々には記憶が生じない。それはあたかも、流れる水の中に運動や印章が落ちるようなものである。また、古い建物のように磨滅している人々や、受動を受け取る部分の硬さのゆえに、刻印が生じない人々もいる。それゆえ、きわめて若い者たちや老人は記憶力が乏しい。前者は成長のゆえに、後者は衰退のゆえに流動しているからである。同様に、過度に敏捷な者や過度に緩慢な者も、どちらも記憶力に優れていないように見える。前者は必要以上に湿り気が多く、後者は硬すぎるからである。したがって、前者においては心像が魂の中に留まらず、後者においては心像が触れることすらしない。しかし、もし記憶に関して起こることがこのようなものであるなら、人はこの受動を記憶しているのだろうか、それとも、それが生じる原因となったあの実物を記憶しているのだろうか。もし前者であるなら、我々は不在のものを何一つ記憶していないことになる。だがもし後者であるなら、我々はこの受動を感知していながら、感知していない不在のものをいかにして記憶するのだろうか。さらに、我々の中に刻印や絵画のようなものがあるとして、まさにこれ自体の感覚が、なぜこれ自体ではなく、他のものの記憶となるのだろうか。というのも、記憶を能動的に働かせている者は、この受動を観照し、これを感知しているからである。では、いかにして不在のものを記憶するのだろうか。それなら、不在のものを見たり聞いたりすることすら可能になってしまうだろう。それとも、これが可能であり、現に起こるような、ある方法があるのだろうか。というのも、板に描かれたものは動物でもあり、肖像でもあって、これら両者は同一かつ一つのものであるが、しかし両者にとっての「あること」は同一ではなく、それを動物としても、肖像としても観照することができる。これと同様に、我々の中にある心像も、それ自体として一種の観照対象であり、かつ、他のものの心像でもあると理解せねばならない。したがって、それがそれ自体としてある限りでは観照対象ないし心像であり、他のものとしてある限りでは、いわば肖像であり記憶のよすがである。それゆえ、心像の運動が能動的に働くとき、魂がそれを、それ自体としてある限りにおいて感知するなら、ある種の思惟や心像が思い浮かんだように見える。しかし、それが他のものとしてある限りにおいて感知するなら、ちょうど絵画におけるようにそれを肖像として観照するのであり、コリスコスを見たことがなくても、コリスコスの肖像として観照するのである。そこでは、この観照の受動は、描かれた動物として観照する場合とは異なっており、魂の中では、一方は単なる思惟のように生じるだけであり、他方は、あちらの絵画におけるように肖像、すなわち記憶のよすがとして生じる。このため、以前に感知したことから生じるそのような運動が魂の中に引き起こされるとき、我々はそれが感知したことに従っているのかどうか時に分からず、それが記憶であるかどうか疑うことがある。だが、時に、以前に何かを聞いた、あるいは見たということを思い至り、想起することもある。これは、心像をそれ自体として観照していた者が、態度を変えて、他のものの肖像として観照するときに起こる。また、これとは逆のことも起こる。例えばオレウスのアンティフェロンや、正気を失った他の人々がそうであった。彼らは、自分たちの心像について、現実に起こったこととして、また記憶していることとして語っていた。これは、肖像ではないものを肖像として観照するときに起こる。そして、反復練習は、重ねて想起させることによって記憶を維持する。これは、何度も心像をそれ自体としてではなく、肖像として観照することにほかならない。さて、記憶と記憶することとは何であるか、すなわち、それが心像の、その心像が模した肖像としての状態であることは述べられた。また、我々の中のいかなる部分に属するか、すなわち第一の感覚能力であり、我々が時間を感知する部分に属することも述べられた。

構文注4 件
  1. 450a30οὗ φαμὲν τὴν ἕξιν μνήμην εἶναι

    関係代名詞 οὗ の先行詞は τὸ πάθος(受動)であり、不定詞 εἶναι の意味上の主語が対格の τὴν ἕξιν(状態)、補語が μνήμην(記憶)である対格不定詞構造(間接話法)。

  2. 450b1καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κινήσεως

    接続詞 καθάπερ ἄν の後に可能表現の動詞(γένοιτο など)が省略されており、属格独立分詞構文 ἐμπιπτούσης τῆς κινήσεως καὶ τῆς σφραγῖδος がその省略された文に対する仮定条件の役割を果たしている。

  3. 450b20τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν

    冠詞付き不定詞 τὸ εἶναι は、事物の「本質、存在、定義」を表す名詞句として機能している。与格の ἀμφοῖν は所有または基準を示す。

  4. 450b30καὶ μὴ ἑωρακὼς τὸν Κορίσκον ὡς Κορίσκου

    属格の Κορίσκου は、先行する文脈から省略された名詞 εἰκόνα(肖像)にかかっており、「コリスコスの[肖像]として」という関係を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)
  • 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:1#2