Humanitext Reader

亚里士多德 · 论记忆与回忆 §2#1

回忆的本质与观念联想的规律

第 3 段,共 5 段 · 希腊语

内容简介

本章节探讨了回忆(想起)的本质,指出它是一种与最初获取记忆不同的、基于内在起点的能动过程。文中进一步阐明了回忆的具体机制,即它如何利用因相似、相反或临近而建立起习惯性连续关联的先前感觉运动来进行。

§2#1Περὶ δὲ τοῦ ἀναμιμνήσκεσθαι λοιπὸν εἰπεῖν.
接下来剩下的是关于回忆的论述。
Πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ, δεῖ τίθεσθαι ὡς ὑπάρχοντα.
首先,在探究性论辩中凡属真实的内容,都必须被假定为存在的前提。
Οὔτε γὰρ μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις οὔτε λῆψις· ὅταν γὰρ τὸ πρῶτον ἢ μάθῃ ἢ πάθῃ, οὔτ’ ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία γὰρ προγέγονεν) οὔτ’ ἐξ ἀρχῆς λαμβάνει· ὅταν δὲ ἐγγένηται ἡ ἕξις καὶ τὸ πάθος, τότε ἡ μνήμη ἐστίν.
因为回忆既不是记忆的重新获得,也不是记忆的首次获得;实际上,当人最初学习或遭受受动时,既没有重新获得任何记忆(因为此前不曾存在任何记忆),也不是从一开始就获得它;而当这种状态和受动产生时,此时才有记忆。
Ὥστε μετὰ τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται.
因此,记忆并不是随着受动的产生而同时产生的。
Ἔτι δ’ ὅτε τὸ πρῶτον ἐγγέγονε τῷ ἀτόμῳ καὶ ἐσχάτῳ, τὸ μὲν πάθος ἐνυπάρχει ἤδη τῷ παθόντι καὶ ἡ ἐπιστήμη, εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ πάθος (οὐθὲν δὲ κωλύει κατὰ συμβεβηκὸς βεβηκὸς καὶ μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα)· τὸ δὲ μνημονεύειν καθ’ αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι· μνημονεύει γὰρ νῦν ὃ εἶδεν ἢ ἔπαθε πρότερον, οὐχ ὃ νῦν ἔπαθε, νῦν μνημονεύει.
此外,当其最初在个体且极端的对象中产生时,受动和知识已经存在于遭受受动者之中了——如果确实应当将这种状态或受动称为知识的话(而且没有什么能阻止我们附带地记住我们所知道的某些事物);但就其自身而言的记忆,在时间流逝之前并不存在;因为人现在记住的是以前看见或遭受的事物,而不是现在记住现在所遭受的事物。
Ἔτι δὲ φανερὸν ὅτι μνημονεύειν ἐστὶ μὴ νῦν ἀναμνησθέντα, ἀλλ’ ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα.
此外,显而易见,记忆并不是指现在刚刚回忆起来,而是指处于从一开始就感知到或遭受过该事物的状态。
Ἀλλ’ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην ἢ αἴσθησιν ἢ οὗ ποτὲ τὴν ἕξιν ἐλέγομεν μνήμην, τοῦτ’ ἐστὶ καὶ τότε τὸ ἀναμιμνήσκεσθαι τῶν εἰρημένων τι.
但是,当人重新获得先前拥有的知识或感觉,或者我们曾称其状态为记忆的那种东西时,这在当时就是对上述提到的某事物的回忆。
Τὸ δὲ μνημονεύειν συμβαίνει, καὶ μνήμη ἀκολουθεῖ.
于是记忆的事实发生,而记忆也随之而来。
Οὐδὲ δὴ ταῦτα ἁπλῶς, ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγένηται, ἀλλ’ ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ.
当然,如果以前存在的东西再次产生,这并非无条件地就是回忆,而是有这种情况,也有不是这种情况。
Δὶς γὰρ μαθεῖν καὶ εὑρεῖν ἐνδέχεται τὸν αὐτὸν τὸ αὐτό· δεῖ οὖν διαφέρειν τὸ ἀναμιμνήσκεσθαι τούτων, καὶ ἐνούσης πλείονος ἀρχῆς ἢ ἐξ ἧς μανθάνουσιν ἀναμιμνήσκεσθαι.
因为同一个人有可能两次学习和发现同一事物;因此,回忆必须与这些情况有所不同,并且必须在内心存有比学习时更多的起点的情况下进行回忆。
Συμβαίνουσι δ’ αἱ ἀναμνήσεις, ἐπειδὴ πέφυκεν ἡ κίνησις ἥδε γενέσθαι μετὰ τήνδε· εἰ μὲν ἐξ ἀνάγκης, δῆλον ὡς ὅταν ἐκείνη κινηθῇ, τήνδε κινηθήσεται· εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ’ ἔθει, ὡς ἐπὶ τὸ πολὺ κινηθήσεται.
而回忆之所以发生,是因为这种运动自然地倾向于在那种运动之后产生;如果是由于必然性,显然当那一种运动被推动时,这一种运动就会被推动;但如果不是由于必然性而是由于习惯,它通常也会被推动。
Συμβαίνει δ’ ἐνίους ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἄλλους πολλάκις κινουμένους· διὸ ἔνια ἅπαξ ἰδόντες μᾶλλον μνημονεύομεν ἢ ἕτερα πολλάκις.
但是,有些人一次就比其他人被推动多次更容易养成习惯;因此,有些事物我们只看了一次,就比看了许多次的其他事物更容易记住。
Ὅταν οὖν ἀναμιμνησκώμεθα, κινούμεθα τῶν προτέρων τινὰ κινήσεων, ἕως ἂν κινηθῶμεν μεθ’ ἣν ἐκείνη εἴωθεν.
因此,当我们回忆时,我们推动某些先前的运动,直到我们被推动到那个之后习惯随之产生另一运动的起点。
Διὸ καὶ τὸ ἐφεξῆς θηρεύομεν νοήσαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός, καὶ ἀφ’ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς.
因此,我们从现在的经验或其他事物出发进行思考,从而搜寻那接续不断的链条,并且从相似的、相反的或临近的事物出发进行搜寻。
Διὰ τοῦτο γίνεται ἡ ἀνάμνησις· αἱ γὰρ κινήσεις τούτων τῶν μὲν αἱ αὐταί, τῶν δ’ ἅμα, τῶν δὲ μέρος ἔχουσιν, ὥστε τὸ λοιπὸν μικρὸν ὃ ἐκινήθη μετ’ ἐκεῖνο.
借此回忆得以发生;因为这些事物的运动,有些是同一的,有些是同时的,有些则包含其一部分,因而剩下的被推动的小部分就在那之后发生。
Ζητοῦσι μὲν οὖν οὕτω, καὶ μὴ ζητοῦντες δ’ οὕτως ἀναμιμνήσκονται, ὅταν μεθ’ ἑτέραν κίνησιν ἐκείνη γένηται·
因此,人们以此方式进行探求,即使不在探求时也以此方式回忆,只要在那一运动继另一运动之后产生时。
ὡς δὲ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων οἵων εἴπομεν, ἐγένετο ἐκείνη.
而在大多数情况下,正是当我们所说的那些其他运动产生之后,那一个运动才得以产生。
Οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω, πῶς μεμνήμεθα, ἀλλὰ τὰ σύνεγγυς· δῆλον γὰρ ὅτι ὁ αὐτός ἐστι τρόπος, λέγω δὲ τὸ ἐφεξῆς, οὐ προζητήσας οὐδ’ ἀναμνησθείς.
我们完全没有必要去考察遥远的事物是如何被我们记住的,而应当考察临近的事物;因为显然,即使在没有预先探求或回忆的情况下,其方式也是相同的——我指的是接续不断的链条。
Τῷ γὰρ ἔθει ἀκολουθοῦσιν αἱ κινήσεις ἀλλήλαις, ἥδε μετὰ τήνδε.
因为通过习惯,运动彼此相随,这一运动在另一运动之后。
Καὶ ὅταν τοίνυν ἀναμιμνήσκεσθαι βούληται, τοῦτο ποιήσει· ζητήσει λαβεῖν ἀρχὴν κινήσεως, μεθ’ ἣν ἐκείνη ἔσται.
因此,当人想要回忆时,他就会这样做:他会寻求抓住一个运动的起点,在其之后那另一个运动将会产生。
Διὸ τάχιστα καὶ κάλλιστα γίνονται ἀπ’ ἀρχῆς αἱ ἀναμνήσεις· ὡς γὰρ ἔχουσι τὰ πράγματα πρὸς ἄλληλα τῷ ἐφεξῆς, οὕτω καὶ αἱ κινήσεις.
因而,从起点开始的回忆发生得最快、最美妙;因为正如事物在连续性中彼此关联一样,运动也是如此关联的。
Καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει, ὥσπερ τὰ μαθήματα· τὰ δὲ φαύλως καὶ χαλεπῶς.
凡是具有某种秩序的事物,如数学定理,都是容易记住的;而那些杂乱无序的事物则很难记住。
Καὶ τούτῳ διαφέρει τὸ ἀναμιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν, ὅτι δυνήσεταί πως δι’ αὑτοῦ κινηθῆναι ἐπὶ τὸ μετὰ τὴν ἀρχήν.
在这一点上,回忆与重新学习有所不同,即人能够以某种方式靠自身移动到起点之后的部分。
Ὅταν δὲ μή, ἀλλὰ δι’ ἄλλου, οὐκέτι μέμνηται.
而当人不能靠自身、而是通过他人做到时,他就已经不再是在记忆了。

词汇与语法注释

  1. §2#1δεῖ τίθεσθαι ὡς ὑπάρχοντα — 伴随 `ὡς` 的分词 `ὑπάρχοντα` 是中性复数宾格,与由 `ὅσα` 引导的关系从句一致。它在由 `δεῖ τίθεσθαι` 支配的“宾格加不定式”结构中充当谓语性宾格,表示这些真实内容必须被设定为“作为已确立的前提而存在”。
  2. §2#1καὶ ἐνούσης πλείονος ἀρχῆς ἢ ἐξ ἧς μανθάνουσιν ἀναμιμνήσκεσθαι — 短语 `ἐ连接的 ἐνούσης πλείονος ἀρχῆς` 构成了属格绝对结构,表示“在内心存有比学习时更多(或更强)的起点的前提下”。其后的不定式 `ἀναμιμνήσκεσθαι` 仍受前文 `δεῖ` 的支配(“必须回忆”),承接了关于回忆之必要性的论述。
  3. §2#1ἕως ἂν κινηθῶμεν μεθ’ ἣν ἐκείνη εἴωθεν — 关系代词 `ἣν` 的先行词 `κίνησιν` 被省略了,同时在关系从句中作为动词 `εἴωθεν` 补足语的不定式 `κινεῖσθαι` 也被省略。整句应理解为:“直到我们被推动到那个[运动],而在其之后那另一个[目标运动]习惯于[随之产生]。”

引用这一段

亚里士多德, 论记忆与回忆 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。