Humanitext Reader

亚里士多德 · 论记忆与回忆 §1#1

记忆与回忆的定义及时间感知

第 1 段,共 5 段 · 希腊语

内容简介

亚里士多德探讨了记忆与回忆的定义、对象以及它们属于灵魂的何种能力,并强调了时间感知在其中的必要性。

§1#1## ΠΕΡΙ ΜΝΗΜΗΣ ΚΑΙ ΑΝΑΜΝΗΣΕΩΣ. Περὶ μὲν οῦν τῶν αἰσθητηρίων καὶ τῶν αἰσθητῶν τίνα τρόπον ἔχει καὶ κοινῇ καὶ καθ’ ἕκαστον αἱσθητήριον εἴρηται·
论记忆与回忆。 首先,关于感觉器官与感觉对象,无论是在一般意义上还是针对每个具体的感官,其状况已在前文中作了讨论。
τῶν δὲ λοιπῶν πρῶτον σκεπτέον περὶ μνήμης καὶ τοῦ μνημονεύειν, τί ἐστι, καὶ διὰ τίν’ αἰτίαν γίγνεται, καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι·
至于其余尚未讨论的问题,我们必须首先考究记忆与记住,它们是什么,由于什么原因而产生,以及这一受动和回忆属于灵魂的哪一部分。
οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς, ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς.
因为具有良好记忆力的人与具有良好回忆力的人并不相同,在大多数情况下,迟缓的人记忆力更好,而敏捷且易于学习的人更善于回忆。
Πρῶτον μὲν οὖν ληπτέον ποῖά ἐστι τὰ μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο.
因此,首先必须明确什么样的东西是可记忆的,因为这一点常常使人产生误解。
Οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν, ἀλλ’ ἔστι δοξαστὸν καὶ ἐλπιστόν (εἴη δ’ ἂν καὶ ἐπιστήμη τις ἐλπιστική, καθάπερ τινές φασι τὴν μαντικήν), οὔτε τοῦ παρόντος, ἀλλ’ αἴσθησις· ταύτῃ γὰρ οὔτε τὸ μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν, ἀλλὰ τὸ παρὸν μόνον.
因为人不可能记住未来,未来只能是意见和期待的对象(正如有些人称占卜是一门关于期待的科学,也许真的存在某种关于期待的科学);人也无法记住现在,对于现在只有感觉,因为通过感觉,我们既不知道未来,也不知道过去,而只知道现在。
Ἡ δὲ μνήμη τοῦ γενομένου·
然而,记忆是针对过去的。
τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον τοδὶ τὸ λευκὸν ὅτε. ὁρᾷ, οὐδεὶς ἂν φαίη μνημονεύειν, οὐδὲ τὸ θεωρούμενον, ὅτε θεωρῶν τυγχάνει καὶ ἐννοῶν· ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φησι, τὸ δ’ ἐπίστασθαι μόνον·
当现在之物呈现时,例如当某人看见这一白色之物时,没有人会说他正在记住它;同样,对于正在观照的对象,当他正巧在进行观照和思惟时,也不会说是记忆,而是在前一种情况下说是感觉,在后一种情况下只说是知道。
ὅταν δ’ ἄνευ τῶν ἐνεργειῶν ἔχῃ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν, οὕτω μέμνηται τὰς τοῦ τριγώνου ὅτι δύο ὀρθαῖς ἴσαι, τὸ μὲν ὅτι ἔμαθεν ἢ ἐθεώρησεν, τὸ δὲ ὅτι ἤκουσεν ἢ εἶδεν ἢ ὅ τι τοιοῦτον·
但是,当一个人不通过能动活动而保有知识和感觉时,他便是以这种方式在进行记忆:例如关于三角形内角之和等于两直角,对于[知识]而言是因为他曾经学习或观照过它,而对于[感觉]而言是因为他曾经听过、看过或诸如此类。
ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὸ μνημονεύειν, οὕτως ἐν τῇ ψυχῇ λέγει, ὅτι πρότερον τοῦτο ἤκουσεν ἢ ᾔσθετο ἢ ἐνόησεν.
因为每当一个人根据记忆而活动时,他就会在灵魂中如此诉说:即自己以前听过、感知过或思惟过这个。
Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος, ὅταν γένηται χρόνος.
因此,记忆既不是感觉,也不是判断,而是在时间流逝后,这些状态中的某一种持存(品质)或受动。
Τοῦ δὲ νῦν ἐν τῷ νῦν οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται καὶ πρότερον, ἀλλὰ τοῦ μὲν παρόντος αἴσθησις, τοῦ δὲ μέλλοντος ἐλπίς, τοῦ δὲ γενομένου μνήμη.
如前所说,在“现在”中对“现在”是没有记忆的,对于现在只有感觉,对于未来只有期待,而对过去才有记忆。
Διὸ μετὰ χρόνου πᾶσα μνήμη.
因此,所有的记忆都伴随着时间。
Ὥσθ’ ὅσα χρόνου αἰσθάνεται, ταῦτα μόνα τῶν ζῴων μνημονεύει, καὶ τούτῳ ᾧ αἰσθάνεται.
因此,在动物之中,只有那些能感知时间的动物才具有记忆,并且是通过它们感知[时间]的那一部分来进行记忆的。
Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς, καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος· συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ ἐν τῷ διαγράφειν·
既然关于想象,我们已在《论灵魂》中做过讨论,而且没有心像就不可能进行思惟;因为在思惟中所产生的受动与在画几何图形中所产生的受动是相同的。
ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τὸ τριγώνου, ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν· καὶ ὁ νοῶν ὡσαύτως, κἂν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν.
即在后者中,尽管我们没有利用“三角形的大小是确定限制的”这一性质,但我们画出来的仍然是大小受限的三角形;思惟者也是如此,即使他思惟的不是数量,他也会在眼前放上一个数量,但在思惟时并不把它作为数量来思惟。
Ἂν δ’ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀόριστον δέ, τίθεται μὲν ποσὸν ὡρισμένον, νοεῖ δ’ ᾖ ποσὸν μόνον.
而如果对象的本性是数量、但又是不确定的,他也会放上一个确定限制的数量,而在思惟时只把它作为数量来思惟。
Διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν οὐδὲν ἄνευ τοῦ συνεχοῦς, οὐδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα, ἄλλος λόγος.
至于为什么在没有连续性的情况下就不能思惟任何东西,以及在没有时间的情况下就不能思惟不在时间之中的东西,则是另外一个论题。
Μέγεθος δ’ ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν ᾧ καὶ χρόνον, καὶ τὸ φάντασμα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν.
但是,认识大小和运动,与认识时间所使用的,必须是同一个器官,且心像是共同感觉的受动。
Ὥστε φανερὸν ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστιν.
因此,显而易见,对这些东西的认识属于第一感觉能力。
Ἡ δὲ μνήμη καὶ ἡ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν.
而记忆,即便是对理智对象的记忆,也不能没有心像。
Ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη, καθ’ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ.
所以,记忆对于被思惟的对象(理智对象)而言是偶性的,而对于第一感觉能力而言则是本质的。
Διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν ζῴων, καὶ οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν ἢ φρόνησιν.
因此,记忆也存在于其他一些动物之中,而不仅存在于人类和那些具有意见或实践智慧的动物之中。
Εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν, οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων ζῴων, ἴσως δ’ οὐδενὶ τῶν θνητῶν, ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν·
如果记忆是理智部分的某一个环节,它就不会存在于许多其他动物中,或许在有死的动物中也根本不会存在,正如现在并非所有动物都具有记忆,因为并非所有动物都有时间感。
ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθάπερ καὶ πρότερον εἴπομεν, ὅτι εἶδε τοῦτο ἢ ἤκουσεν ἢ ἔμαθε, προσαισθάνεται ὅτι πρότερον· τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν.
因为正如我们之前所说,每当记忆在活动时,除了知道以前看到、听到或学到这个之外,还会额外感知到这是“以前”的事,而“以前”与“以后”都是在时间之中的。
Τίνος μὲν οὖν τῶν τῆς ψυχῆς ἐστὶν ἡ μνήμη, φανερόν, ὅτι οὗπερ καὶ ἡ φαντασία· καὶ ἔστι μνημονευτὰ καθ’ αὑτὰ μὲν ὅσα ἐστὶ φανταστά, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας.
因此,记忆属于灵魂的哪一部分显而易见,即属于想象本身所属的那一部分;凡是可想象的对象,在本质上都是可记忆的,而那些不能没有想象的对象,在偶性上也是可记忆的。

词汇与语法注释

  1. §1#1τῶν δὲ λοιπῶν — 部分属格,中性复数形容词 λοιπῶν 作名词性使用,表示“其余的事物”,是后续形容词 σκεπτέον(应当考察)的研究对象范围。
  2. ¦p.277¦ὅταν δ’ ἄνευ τῶν ἐνεργειῶν ἔχῃ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν — 由接续词 ὅταν 引导的条件从句,动词 ἔχῃ 的主语在上下文语境中为泛指的“人(认知主体)”。介词短语 ἄνευ τῶν ἐνεργειῶν(没有能动活动)表明知识与感觉处于潜能或持存状态(hexis)。
  3. ¦p.277¦τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τὸ τριγώνου — 受分词 προσχρώμενοι(利用)支配的带冠词不定式短语(与格 τῷ)。the quantity being determinate(大小是确定的)作为不定式 εἶναι 的主语和表语。整个短语意为“利用三角形的大小是确定限制的”。
  4. ¦p.278¦ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη — 由表示结果的连词 ὥστε 引导的主句。带有 ἄν 的祈愿式动词 εἴη ἂν 的主语是“记忆”(ἡ μνήμη),属格 τοῦ νοουμένου 表示领属。整句意为“因此,记忆对于被思惟的对象而言是偶性地[属于它的]”。

引用这一段

亚里士多德, 论记忆与回忆 §1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。