§2.9.1περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα·
关于幸运,就谈这么多。
ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.
既然我们已经分别探讨了每一种德性,剩下的便是将它们综合在一起进行总体概述。
§2.9.2ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία.
因此,将“善美”这个名称用于完全优秀的人,并没有说错。
καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ.
因为人们说,当一个人完全优秀时,他就是“高尚且善良的”。
ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.
因为对于德性,人们会使用“高尚且善良”这个词,例如人们称公正的人为高尚且善良,勇敢的人、节制的人也是如此,总而言之,对于德性都是这样。
§2.9.3ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ καλὰ ἐστίν.
既然我们把它们分为两类,并说一类是高尚的,另一类是善的,而且在善物中,有些是绝对的善,有些则不然,而高尚的是指,例如,诸德性以及出自德性的行为,而善物是指,例如,权力、财富、名声、荣誉以及此类事物;因此,高尚且善良的人就是指,对他而言绝对的善是善的,绝对的高尚是高尚的人。
§2.9.4ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός.
因为这样的人是高尚且善良的。
δὲ τὸ ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν.
但是,对于那些绝对的善并不构成其善的人,就不是高尚且善良的,正如对于那些绝对健康的事物并不使其健康的人,不能被看作是健康的一样。
εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.
因为如果财富和权力来到某人身上并危害他,那么这些就不是可欲的,相反,他会希望拥有那些不会危害他的此类事物。
§2.9.5ὁ δὲ τοιοῦτος ὢν οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.
但一个避开某些善物以使它们不属于自己的人,不会被看作是高尚且善良的;相反,只有在一切现存的善物对其而言都是善的,并且不被这些事物(如财富和权力)所败坏的人,才是高尚且善良的。