Humanitext Reader

亚里士多德 · 大伦理学 §2.8.1-2.8.12

幸运的本质及其在幸福中的作用

第 58 段,共 71 段 · 希腊语

内容简介

作者探讨了幸福与幸运(及运气)之间的关系,指出运气既非自然、智慧,亦非神意,而是一种非理性的、内在冲动性的自然力量。他进一步区分了本真幸运与附带幸运,并阐明前者是幸福外在条件的协助者。

§2.8.1ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας.
接下来的内容,既然讨论是关于幸福的,就应当谈谈幸运。
οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι.
因为大多数人认为,幸福的生活就是幸运的生活,或者至少不能没有幸运,而这或许是正确的;因为如果没有外在的善(而运气支配着这些外在的善),就不可能获得幸福。
διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί.
因此,我们必须探讨幸运,以及端地谁是幸运的人、在哪些事情中、又关于什么。
§2.8.2πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν.
首先,如果有人面对这些并加以审视,他可能会产生疑问。
οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις.
因为谁也不会说运气就是自然。
ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς τοιούτοις λέγεται.
因为自然是其原因之物的制造者,或者是经常如此,或者是同样如此,而运气则决非如此,而是无秩序地、碰巧地发生;因此,运气在此类事情中被谈及。
οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ.
人们也绝不会说它是某种智慧或正确的理性;因为在智慧和理性中,同样存在着秩序井然和始终如一的东西,而运气则不然。
διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.
因此,在智慧和理性最多的地方,运气最少;而在运气最多的地方,智慧最少。
§2.8.3ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν;
但是,幸运难道是神灵的某种关照吗?
ἢ τοῦτʼ οὐκ ἂν δόξειεν;
或者这看起来不是这样?
τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται.
因为我们认为神作为此类事情的主宰,应当将善与恶分配给配得上的人,而运气以及来自运气的东西,确实是凭空碰巧发生的。
εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ] θεῷ.
如果我们把这样的事情归之于神,我们将使神成为一个糟糕的裁判者,或者是不公正的;而这对于神来说是不相称的。
§2.8.4ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη.
然而,在这些之外,人们无法将运气归入任何其他类别,因此显然它应该是这些中的某一个。
νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι.
智慧、理性和科学确实似乎是完全风马牛不相及的东西。
ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνεσθαι· §2.8.5τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι.
可是,神灵的关照和恩惠似乎也不是幸运,因为幸运也发生在卑劣的人身上;而神去关照卑劣的人是不合情理的。
λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις.
因此,剩下的、也是最适合幸运的,便是自然。
ἔστιν δʼ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι.
而幸运和运气存在于那些不在于我们的事情中,也不是由我们自己主宰并有能力去做的。
διὸ τὸν δίκαιον, δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν.
因此,没有人会说公正的人由于公正而幸运,也没有人说勇敢的人,或者大凡任何符合德性的人是幸运的;因为拥有和不拥有这些,都在于我们自己。
ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυχίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.
但是,我们对于以下这类事情会更贴切地称为幸运:因为我们称出身高贵的人是幸运的,总而言之,就是称拥有这类不属于自己主宰的善物的人是幸运的。
§2.8.6ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο.
然而,即便是在这里,也无法在严格意义上称之为幸运。
ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.
幸运的人有多种说法:因为对于违背了自己的计算而碰巧做成某件善事的人,我们称之为幸运;对于按照常理应当遭受损失,但这样的人却获得了利益,我们也称之为幸运。
§2.8.7ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον.
因此,幸运在于违背常理而拥有了某种善物,以及不承受合乎常理的恶。
ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.
但是,认为幸运在于获得善物,会显得更符合且更贴切;因为获得善物本身似乎就是幸运的事情,而不承受恶,则是附带发生的幸运事情。
§2.8.8ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλόγως πρὸς ἂν εὖ ἔχωμεν,
因此,幸运是非理性的自然;因为幸运的人是在没有理性指导下、拥有指向善物的冲动并能获得它们的人,而这是由于自然的;因为在灵魂中,自然地存在着某种东西,我们凭着它非理性地冲向那些我们能获得好结果的事物。
§2.8.9καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν;
如果有人询问处于这种状态的人说:“为什么你喜欢这样去行动?
οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν·
”他会回答说:“我不知道,但我就是喜欢。
καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.
”他所经历的过程与那些处于神狂状态的人相似;因为那些处于神狂状态的人也是在没有理性指导下拥有去行动的冲动。
§2.8.10τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος.
但是,我们无法用其专属且独特的名字来称呼幸运,而是常常说它是“原因”;但“原因”对于这一名字而言是外在的。
ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.
因为原因与作为其结果的东西是不同的,而且即使没有那种获得善物的冲动,也会被称为“原因”,例如不承受恶的原因,或者相反,没有想到会获得善物却获得了善物的那个原因。
§2.8.11ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτνχία.
因此,此类幸运与那一种(出于内部冲动的幸运)不同,它似乎来自于事物的变迁,是附带的幸运。
ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.
所以,即使此类情况也是幸运,但至少在关系到幸福时,那类其内部拥有获得善物的冲动起点的幸运,会显得更为贴切。
§2.8.12ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.
因此,既然幸福不能没有外在的善,而这些善又来自于幸运,正如我们刚才所说,那么它(幸运)就会是幸福的协助者。

词汇与语法注释

  1. 1207aοὗ ἐστιν αἰτία, τούτου — 关系代词 `οὗ`(中性属格单数)以其后出现的指示代词 `τούτου` 为先行词,构成先头(先行)结构(prolepsis),意为“自然作为其原因的那种事物……”。
  2. 1207aλοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις — 属格 `τῆς εὐτυχίας` 受表示关联与适合的最高级形容词 `οἰκειότατον` 支配,意为“与幸运[概念]最为相符、最相称的事物”。
  3. p.81τοῦτο δʼ ἐστὶ φύσεως — 属格 `φύσεως` 是表示性质或归属的表语性属格,意为“这是属于自然的(自然的特征)”。
  4. 15ἧς ἐν αὑτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως — 一个复杂的属格连缀结构,其中名词 `τῆς ἐπιτεύξεως`(获得)在语义上修饰较远处的 `τῆς ὁρμῆς`(冲动),而非紧邻的 `τῶν ἀγαθῶν`(善物),其统语结构为:“获得善物之冲动的起点(`ἡ ἀρχὴ`)”。

引用这一段

亚里士多德, 大伦理学 §2.8.1-2.8.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.8.1-2.8.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。