§2.7.24ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν.
然而事实上,不感到痛苦或不感到快乐是不可能去实践符合德性的行为的,而且其中间状态是不存在的。
διὰ τί;
为什么?
ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν·
因为德性在于情念之中,而情念在于痛苦和快乐之中,且其中间状态是不存在的。
δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς.
因此,显然德性也伴随着痛苦或快乐。
εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος.
那么,如果有人在感到痛苦时实践美德,他就不是优秀的。
ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.
所以德性不可能伴随着痛苦;因而必然伴随着快乐。
§2.7.25οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐνδέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπʼ αὐτῆς γινομένης.
因此,快乐不仅不是阻碍,而且还是促进实践的力量,并且总体而言,如果没有从活动本身所产生的快乐,[德性]是不可能存在的。
§2.7.26ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν.
曾有另一个论点说,没有任何科学产生快乐。
ἔστιν δὲ οὐδὲ τοῦτο ἀληθές.
但这也不是真的。
οἱ γὰρ δειπνοποιοὶ καὶ σττεφανοποιοὶ καὶ [οἰ] μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί.
因为厨师、花冠制作工人和香料师都是快乐的生产者。
[ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστήμαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθʼ ἡδονῆς τε καὶ οὐκ ἄνευ ἡδονῆς.
[然而对于其他科学,快乐虽然不作为目的,却伴随着快乐且不能没有快乐。
] ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς. ∗
]因此,也存在产生快乐的科学。
§2.7.27ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον.
此外,过去也说过另一个论点,即快乐不是最好的。
ἀλλʼ οὕτως μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθʼ ἕκαστα λεγομένας ἀρετάς.
但是,如果这样的话,你通过这样的论点也会否定那些被分别讨论的德性。
ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆῤ οὖν διὰ τοῦτʼ οὐκ ἀγαθόν;
因为勇敢不是最好的;难道因此它就不是善吗?
ἢ τοῦτʼ ἄτοπον;
或者这是荒谬的?
ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.
对于其他德性也是同样。
οὐδὲ ἡδονὴ διὰ τοῦτʼ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.
快乐也不因为不是最好的就不是善。
§2.7.28ἀπορήσειε δʼ ἄν τις μεταβὰς καὶ ἐπὶ τῶν ἀρετῶν τὸ τοιοῦτον.
但是,如果有人转而将讨论转向德性,也可能会对类似的事情提出质疑。
οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ διακειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτʼ ἔσται, συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)·
例如,既然理性有时会支配情念(因为在谈到自制者时我们是这样说的),而情念又反过来支配理性(正如在不能自制者身上所发生的那样),既然拥有恶德的灵魂非理性部分支配了处于良好状态的理性(因为不能自制者就是这样),那么,同样处于不良状态的理性,是否也会支配处于良好状态且拥有其自身德性的情念呢?
τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.
如果情况是这样,就会导致德性被恶用(因为处于不良状态的理性在使用德性时,会恶用它);然而,这样的事情发生似乎是荒谬的。
§2.7.29πρὸς δὴ τὴν τοιαύτην ἀπορίαν ῥᾴδιον ἀντειπεῖν καὶ λῦσαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων ὑπὲρ ἀρετῆς.
对于这样的质疑,根据我们此前关于德性所说的内容,是很容易反驳并解决的。
τότε γάρ φαμεν εἶναι ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ·
因为我们说德性存在,是在处于良好状态的理性与拥有其自身德性的情念相协调,且情念也与理性相协调的时候。
οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ·
因为处于这样的状态,它们就会彼此和谐,以至于理性总是命令最好的事情,而处于良好状态的情念则能轻易地践行理性所命令的一切。
§2.7.30ἂν οὖν ὁ λόγος φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ.
因此,如果理性处于不良状态,而情念处于良好状态,那么由于理性的缺席,德性将不存在(因为德性是由两者共同构成的);所以,恶用德性也是不可能的。
— ἀπλῶς δʼ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη.
——概括地说,德性的起点和主导者并不像其他人所认为的那样是理性,而更应该是情念。
δεῖ γὰρ πρὸς τὸ καλὸν ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα.
因为对于美德,必须首先产生某种非理性的冲动(而事实也确实如此),然后理性在事后才予以赞同并进行辨别。
ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά.
人们可以从儿童和那些没有理性而生活的人身上看到这一点;因为在他们身上,没有理性,指向美德的情念冲动先产生,而理性在其后产生并投赞成票,从而使他们去实践美德。
ἀλλʼ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται·
但是,如果通往美德的起点来自于理性,情念并不会一致地跟从,反而常常会反抗。
διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.
因此,处于良好状态的情念比理性更像是通往德性的起点。