Humanitext Reader

亚里士多德 · 大伦理学 §2.7.9-2.7.15

快乐非恢复性及其在属上为善

第 55 段,共 71 段 · 希腊语

内容简介

再次论证快乐既非生成也非恢复,并通过快乐伴随着善的一切范畴,证明快乐本身在属上就是善。

§2.7.9ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή.
因此,这就好比有人认为人只是身体,因为身体是可感觉的,而灵魂却不是;但实际上灵魂也是存在的。
ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ.
在这件事上也是同样:因为存在着灵魂的某个部分,我们正是通过它而感到快乐,这个部分在供给输入的同时活动。
διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.
因此,没有任何快乐是生成。
§2.7.10— καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή.
——他们又说,快乐是向着自然的、可感觉的恢复。
καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν.
然而,对于那些并未在恢复到自然状态的人来说,也存在快乐;因为恢复是指自然中缺乏之物的填补发生,但是正如我们所说,可以在没有缺乏的情况下感到快乐;因为缺乏确实是痛苦,而我们说我们在没有痛苦且在痛苦之前感到快乐;因此,快乐不会是缺乏之物的恢复;因为在这种快乐的情况下,并没有任何缺乏之物。
— ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.
——所以,如果因为快乐是生成而曾经被认为不是善,而实际上没有任何快乐是生成,那么快乐应该是善。
§2.7.11ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν.
但是在此之后,他们说并非所有的快乐都是善。
συνίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως.
对此,我们也可以这样来理解。
ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν.
因为既然我们说善在所有的范畴中被述说(实际上在实体、在关系、在数量、在时间,并且总的来说在所有范畴中都是如此),那么这一点显然已经明了。
κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —
因为随着善的一切活动,都有某种快乐相伴,所以既然善在所有的范畴中,那么快乐也将是善;因此,既然在这些范畴中既有善也有快乐,而产生于善者的快乐是快乐,那么一切快乐都应该是善。
§2.7.12ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν.
—— 同时,由此显然可见,快乐在种上也是有区别的。
διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή.
因为包含快乐的范畴也是不同的。
οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματικῆς ἢ ἄλλης ἡστινοσοῦν.
因为这不像科学那样,例如语法学或任何其他科学。
ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως.
因为如果兰普罗斯掌握了语法学,这位语法学家由于这门语法学而处于的状态,将与任何其他掌握语法学的人所处于的状态相同,在兰普罗斯身上的语法学和在伊莱乌斯身上的语法学并不是两门不同的语法学;但在快乐的情况下却并非如此。
ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν.
因为由于醉酒而产生的快乐和由于性交而产生的快乐,并不能使人处于相同的状态。
διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.
因此,快乐在种上似乎是不同的。
§2.7.13ἀλλὰ δὴ καὶ διότι φαῦλαί εἰσιν ἡδοναί τινες, καὶ διὰ τοῦτο οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι.
但也因为某些快乐是坏的,正因为如此,他们才认为快乐不是善。
τὸ δὲ τοιοῦτον καὶ ἡ τοιαὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης.
然而,这种情况和这种判断并不是快乐所特有的,也同样存在于自然和科学中。
ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλήκων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων· §2.7.14ὁμοίως δʼ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ ἐπιστήμη καὶ φύσις.
因为确实也存在坏的自然,例如蠕虫和甲虫的自然,以及总的来说卑贱动物的自然,但自然并不因此就是坏的;同样也有坏的科学,例如手艺人的技术,但尽管如此,科学并不因此就是坏的,而是科学和自然在其属上都是善的。
ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.
因为正如不应当根据雕塑家失败和做得不好的作品来考察他是一个怎样的人,而应当根据他做得好的作品来考察,同样,也不应当根据坏的方面来考察科学、自然或任何其他事物是怎样的,而应当根据优秀的方面来考察。
§2.7.15ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει.
同样,快乐在其属上也是善,因为即使存在着坏的快乐,我们也并非不知道。
ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,
因为既然动物的自然也是不同的,例如既有坏的也有优秀的(比如人的自然是优秀的,而狼或某种其他野兽的自然是坏的),同样,马、人、驴、狗的自然也各不相同,

词汇与语法注释

  1. §2.7.9ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα — ὅμοιον οὖν 之后省略了系动词 ἐστίν,并直接连接条件从句 εἴ τις...,构成一个非人称的类比结构,意为“这就好比有人认为……”。
  2. §2.7.10μὴ ἀποκαθισταμένοις — 现在分词阳性复数与格形式,起利益与格或所有与格的作用,意为“对于那些并未在恢复(到自然状态)的人”。
  3. §2.7.11ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι — 由宾格 τἀγαθόν 和被动不定式 λέγεσθαι 构成的“宾格加不定式”(AcI)结构,作为 φαμέν 的宾语。
  4. §2.7.12οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει — 动词 ἔχει 带有副词性短语(此处为 ὥσπερ)作不及物动词使用,表示“处于某种状态(就像……一样)”。其主语是非人称的,或指上下文所述的情况。
  5. §2.7.14ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε — 非人称动词 δεῖ 支配宾格 ἀνδριαντοποιόν 和不定式 θεωρεῖν,该不定式又带有一个间接疑问从句 ποῖός τίς ἐ意为“他是一个怎样的人”作为其宾语。

引用这一段

亚里士多德, 大伦理学 §2.7.9-2.7.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.7.9-2.7.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。