Humanitext Reader

亚里士多德 · 大伦理学 §2.7.16-2.7.23

恢复自然状态的快乐与促进活动的快乐

第 56 段,共 71 段 · 希腊语

内容简介

快乐被定义为向自身自然状态的恢复,或是已确立状态下的活动,其中精神活动的快乐优于填补性快乐。同时,文中驳斥了快乐是行动阻碍的观点,指出产生于活动本身的快乐非但不是阻碍,反而能促进并完善该活动。

§2.7.16ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή.
而快乐是从反自然状态向各人自身自然状态的恢复;因此,这应当是特有的,即坏的快乐属于坏的自然。
οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι.
因为对于马和人来说,这并不是同一的,同样对于其他动物也是如此;但是,既然自然各不相同,快乐也就各不相同。
ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.
因为快乐曾是恢复,而他们说,恢复是使之安顿于自然状态,因此坏的自然的恢复是坏的,而优秀的自然的恢复是优秀的。
§2.7.17ἀλλʼ οἱ φάσκοντες εἶναι τὴν ἡδονὴν οὐ σπουδαίαν πεπόνθασιν οἷον οἱ μὴ εἰδότες τὸ νέκταρ οἴονται τοὺς θεοὺς οἶνον πίνειν καὶ οὐκ εἶναι τούτου ἥδιον οὐδέν.
但是那些声称快乐不是优秀之物的人,就像那些不知道神蜜的人,以为诸神喝的是葡萄酒,并且认为没有比这更甜美的东西一样。
τοῦτο δὲ πάσχουσι διὰ τὴν ἄγνοιαν.
他们是因为无知才陷入这种境地。
οἷς ὅμοιον πεπόνθασιν οἱ πάσας τὰς ἡδονὰς γενέσεις φάσκοντες εἶναι καὶ οὐκ ἀγαθόν· διὰ γὰρ τὸ μὴ εἰδέναι ἄλλας ἡδονὰς ἀλλʼ ἢ τὰς σωματικάς, ταύτας τε ὁρᾶν γενέσεις τε οὔσας καὶ μὴ σπουδαίας, ὅλως οὐκ οἴονται εἶναι τὴν ἡδονὴν ἀγαθόν.
那些声称一切快乐都是生成且不是善的人,也陷入了与他们相似的境地;因为他们除了肉体快乐之外不知道其他快乐,并且看到这些肉体快乐既是生成又不是优秀的,就完全不认为快乐是善。
§2.7.18ἐπεὶ δʼ οὖν ἐστιν ἡ ἡδονὴ καὶ καθισταμένης τῆς φύσεως καὶ καθεστηκυίας, οἷον καθισταμένης μὲν αἱ ἐξ ἐνδείας ἀναπληρώσεις, καθεστηκυίας δὲ αἱ ἀπὸ τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῶν τοιούτων οὖσαι, βελτίους ἂν εἴησαν αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι·
但是,既然在自然正在恢复时以及在自然已经确立时都有快乐——例如,在正在恢复时,有来自缺乏的填补,而在已经确立时,有来自视觉、听觉以及此类事物的快乐——那么作为已经确立的自然之活动的快乐应该更好。
αἱ γὰρ ἡδοναὶ κατʼ ἀμφοτέρους λεγόμεναι τοὺς τρόπους ἐνέργειαι εἰσίν· ὥστε δῆλον ὅτι αἱ ἀπὸ τὴς ὄψεως ἡδοναὶ καὶ τὴς ἀκοῆς καὶ τοῦ διανοεῖσθαι βέλτισται ἂν εἴησαν, ἐπεὶ αἵ γε σωματικαὶ ἐξ ἀναπληρώσεως.
因为以这两种方式所说的快乐都是活动;因此显然,来自视觉、听觉以及思考的快乐应该是最好的,因为肉体的快乐是来自填补的。
§2.7.19ἔτι καὶ τοῦτο ἐλἐγετο, ὅτι οὐκ ἀγαθόν· τὸ γὰρ ἐν πᾶσιν εἶναι καὶ πᾶσι κοινὸν οὐκ ἀγαθόν.
此外,过去也有人这样说,即快乐不是善;因为存在于一切之中且为一切所共有的东西不是善。
τὸ δὴ τοιοῦτον ἐπὶ φιλοτίμου μᾶλλον καὶ φιλοτιμίας οἰκεῖον ἐστίν.
然而,这种情况其实更适合于追求荣誉者和追求荣誉的心态。
ὁ γὰρ φιλότιμός ἐστιν ὁ μόνος βουλόμενος ἔχειν καὶ τῷ τοιούτῳ τῶν ἄλλων ὑπερέχειν· καὶ τὴν ἡδονὴν οὖν, εἰ μέλλει ἀγαθὸν εἶναι, τοιοῦτον δεῖν εἶναι.
因为追求荣誉者是唯一希望独占、并以此超越他人的人;因此,如果快乐要成为善,也必须是这样的东西。
§2.7.20ἢ οὔ, ἀλλὰ καὶ τοὐναντίον διὰ τοῦτο ἂν δόξειεν ἀγαθὸν εἶναι, ὅτι πάντα τούτου ἐφίεται;
或者并非如此,相反地,难道不正是因为这个原因,即一切事物都追求它,它才似乎是善吗?
τοῦ γὰρ ἀγαθοῦ πάντα πέφυκεν ἐφίεσθαι, ὥστʼ εἰ τῆς ἡδονῆς πάντʼ ἐφίεται, ἀγαθὸν ἂν εἴη τῷ γένει ἡ ἡδονή.
因为追求善是一切事物的本性,所以如果一切事物都追求快乐,那么快乐在其属上就应该是善。
§2.7.21πάλιν καὶ ὅτι ἐστὶν ἐμπόδιον ἡ ἡδονή, οὐκ ἔφασαν αὐτὴν ἀγαθὸνεἶναι.
再者,因为快乐是一种阻碍,他们便说它不是善。
τὸ δʼ ἐμπόδιον φάσκειν εἶναιδιὰ τὸ μὴ ὀρθῶς σκοπεῖν φαίνετʼ αὐτοῖς.
但是,他们声称它是阻碍,似乎是因为没有正确地考察。
οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,
因为来自正在被做的事情本身的快乐并不是阻碍;然而,如果是另一种快乐,则是阻碍,例如来自醉酒的快乐就是行动的阻碍。
§2.7.22ἀλλʼ οὕτω μὲν καὶ ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέραις ἐνεργεῖν.
但是,如果这样说,那么科学甚至会成为科学的阻碍;因为不能同时进行这两种科学的活动。
ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν ἀπὸ τῆς ἐπιστήμης ἡδονήν;
但是,如果科学产生了来自该科学的快乐,为什么科学不是善呢?
καὶ πότερον ἐμπόδιον ἔσται;
而且它会成为阻碍吗?
ἢ οὔ, ἀλλὰ μᾶλλον πράξει;
或者并非如此,相反地,它难道不会促进活动吗?
§2.7.23ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν;
因为产生于活动本身的快乐会促使人更积极地行动,因为试着让一个优秀的人去实践符合德性的行为,并且愉快地去实践;难道他不会在这一实践活动中表现得远为积极吗?
καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος.
而且,如果他带着快乐去实践,他将是优秀的,但如果他在痛苦中去实践美德,他就不是优秀的。
ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγκην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.
因为痛苦是针对被迫之事的,所以如果有人在实践美德时感到痛苦,他就是被迫实践的;而被迫实践的人不是优秀的。

词汇与语法注释

  1. 2.7.16ὥστε τοῦτʼ ἂν εἴη ἴδιον — "τοῦτʼ 填 ἂν εἴη ἴδιον" 中的 "ἴδιον" 意为“特有的/固有的”,它支配随后的与格 "τῇ γε φαύλῃ φύσει"。在该分句的后半部分,系动词(如 "εἴη" 或 "ἐστίν")被省略,应理解为“即坏的快乐[属于/特有于]坏的本性”。
  2. 2.7.17ἀλλʼ ἢ — 意为“除了……之外”的惯用限制表达,通常位于否定句(此处为“不知道其他快乐”)之后以指出例外。它由 "ἀλλά"(但是/除了)与 "ἤ"(比/除)结合而成。
  3. 2.7.18αἱ καθεστηκυίας τῆς φύσεως ἐνέργειαι — 属格短语 "καθεστηκυίας τῆς φύσεως"(“已确立/恢复之自然的”)修饰名词 "ἐνέργειαι"(“活动”)。在快乐被视为已确立状态下的活动这一语境中,该句主张后者的优越性。
  4. 2.7.22ἂν ποιῇ — 虚拟语气 "ποιῇ" 的主语是前句中的 "ἡ ἐπιστήμη"(“科学/知识”)。它构成了条件从句“如果科学产生(源自该科学的)快乐”,并与主句的“为什么科学不是善呢(反问)”相连。
  5. 2.7.23ἐπεὶ τὸν σπουδαῖον ποίησον — 连接词 "ἐπεί"(“因为/现期”)后面接命令式 "ποίησον"(“让……/假设”)。这是一种通过提出具体思想实验以引导读者认同的典型表达方式,构成了条件性的假设场景。

引用这一段

亚里士多德, 大伦理学 §2.7.16-2.7.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.7.16-2.7.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。