Humanitext Reader

亚里士多德 · 大伦理学 §2.7.1-2.7.8

快乐与幸福的关系及其非生成而为活动

第 54 段,共 71 段 · 希腊语

内容简介

本文阐明了快乐在幸福讨论中的必要性,并列举了反对者认为快乐不属于善的若干论据。针对第一条论据(快乐是生成过程因而不完全),作者通过指出感官和理智的快乐无需预先遭受痛苦来予以反驳,并进一步论证所有快乐在本质上都不是生成,而是灵魂某个部分的活动(现实活性)。

§2.7.1μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς.
在这些之后,我们应当讨论快乐,因为我们的探讨是关于幸福的,而所有人要么认为幸福就是快乐和愉快地生活,要么认为幸福至少不能没有快乐。
οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν· §2.7.2ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν.
而那些甚至厌恶快乐、认为不应将快乐列入善者,至少也把“无痛苦”加上去;因此,无痛苦是接近于快乐的。
διόπερ λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς.
为此,必须探讨快乐,这不仅是因为其他人也认为必须如此,而且确实是因为我们有必要探讨快乐。
ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.
因为既然我们的探讨是关于幸福的,而我们已经界定了幸福并称其为在完整生命中德性的活动,而德性是关于快乐与痛苦的,那么就有必要探讨快乐,因为没有快乐就不能有幸福。
§2.7.3πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν.
首先,让我们说明一些人认为不应将快乐视为善的一部分的论据。
— πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι.
第一,他们说快乐是一种生成(变化过程),而生成是某种不完全的东西,而善绝不占有不完全者的位置;第二,存在一些坏的快乐,而善绝不存在于坏之中。
πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον.
再次,快乐存在于所有事物中:既存在于坏人中,也存在于优秀的人中,还存在于野兽和牲畜中;但善与坏是不相混的,且不是普遍共有的。
∗∗.
[有缺文]。
καὶ ὅτι οὐ κράτιστονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον.
以及,快乐不是最强的,而善是最强的。
καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.
以及,它是践行美德的障碍,而阻碍高尚行为的东西不可能是善。
§2.7.4πρῶτον μὲν οὖν πρὸς τὸ πρῶτον ἂν εἲη λεκτέον, πρὸς τὴν γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι.
首先,针对第一点,即针对生成,我们应当进行说明,并应当尝试攻破这一论证,因为它不是真实的。
ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις.
因为第一,并非所有快乐都是生成。
ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι.
因为由于沉思而产生的快乐不是生成,由于听、〈看和〉闻而产生的快乐也不是。
οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φαγεῖν ἢ πιεῖν.
因为这些不像其他情况(例如饮食)那样是因为缺乏而产生的。
αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·
因为饮食这些确实是因为缺乏和过剩而产生的,要么是通过填补缺乏,要么是通过消除过剩;所以它们被认为是生成。
§2.7.5διὸ γένεσις δοκεῖ εἶναι. ἡ δʼ ἔνδεια καὶ ὑπερβολὴ λύπη.
而缺乏与过剩是痛苦。
λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις.
因此,在有快乐的生成的地方,就有痛苦。
ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.
但是在看、听和闻的情况下,并没有预先遭受痛苦;因为没有人在因看或闻而感到快乐时是预先遭受了痛苦的。
§2.7.6ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι.
同样,在理智的活动中,也可能在没有预先遭受痛苦的情况下沉思某事物并感到快乐。
ὥστʼ εἴη ἄν τις ἡδονή ἣ οὐκ ἔστι γένεσι εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δὲ τις ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.
因此,会存在某种不是生成的快乐。 那么,如果像他们的论证所说的那样,快乐之所以不是善是因为它是生成,而确实存在某种不是生成的快乐,那么这种快乐就应该是善。
§2.7.7— τὸ δʼὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις.
——但是总的来说,没有任何快乐是生成;因为甚至这些由于饮食而产生的快乐也不是生成,而那些断言这些快乐是生成的人犯了错误。
οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.
因为他们认为,既然在食物供给输入时产生快乐,那么快乐就因此是生成;但并非如此。
§2.7.8ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.
因为,既存在着灵魂的某个部分(我们正是通过它在填补我们所缺乏之物的同时感到快乐),这个灵魂的部分就会活动并被运动,而它的运动和活动就是快乐;正因为那部分灵魂在食物输入的同时进行活动,或者由于其自身的活动,人们才认为快乐是生成,因为供给输入是明显的,而灵魂的这个部分是不明显的。

词汇与语法注释

  1. 2.7.1τὴν δʼ εὐδαιμονίαν οἴονται ¦20¦ πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς — 连词 `ἤτοι ... ἤ`(要么……要么……)构成的双重选择结构,以及双重否定 `οὐκ ἄνευ`(不能没有)表达的必要条件。此句对比了关于幸福(`εὐδαιμονία`)与快乐(`ἡδονή`)关系的两种观点:要么两者等同(强观点),要么快乐是幸福的必要条件(弱观点)。
  2. 2.7.3τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν — 不定式 `ἔχειν` 是承接前句 `φασιν`(他们说)而来的带对格主语的不定式(AcI)间接引语结构。短语 `τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν` 字面意思是“占有不完全者的位置(地位)”。
  3. 2.7.4τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι — 带与格冠词 `τῷ` 的不定式短语表示原因或手段(“通过……”)。两个被动不定式 `ἀναπληροῦσθαι`(被填补)和 `ἀφαιρεῖσθαι`(被消除)通过 `ἤ ... ἤ`(要么……要么……)相连接。
  4. 2.7.8τῷ ¦30¦ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον — 由表示原因的单数与格冠词 `τῷ` 所支配的两组“对格主语+不定式”从句。在后一个分句 `τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον` 中省略了不定式 `εἶναι`。该结构对比了显而易见的食物输入(`τὴν προσφοράν`)与隐而不显的灵魂部分(`τὸ τῆς ψυχῆς μόριον`)。

引用这一段

亚里士多德, 大伦理学 §2.7.1-2.7.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.7.1-2.7.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。