Humanitext Reader

亚里士多德 · 大伦理学 §2.6.36-2.6.44

无自制的类型与明智者的自制

第 53 段,共 71 段 · 希腊语

内容简介

本节对比了通过理智预先防范的冲动型无自制与明知故犯的虚弱型无自制,并梳理了节制与自制、放纵与无自制的逻辑关系。作者指出,本性上的放纵比习惯性的无自制更难治愈,且真正具备实践力的明智者绝不可能成为无自制者。

§2.6.36ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὐτόν.
此外,通过理智预先把握到“一个容貌美丽的女人将会到来,所以必须克制自己”,就能够做到不遭受任何情感。
τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν.
凭借这种理智预先把握,因最近的表象而无自制的人将不会遭受任何情感,也不会做出任何丑恶的事。
ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος.
但是,那些虽然凭理智知道不该做,却向快乐妥协并变得软弱的人,这样的人更值得非难。
οὔτε γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτʼ ἂν ἀκρατής, ὅ τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο.
因为优秀的人绝不会以这种方式变得无自制,而预先把握的理智也无法治愈他。
ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ. ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς.
因为这个统治者(理智)存在于他内部,但他根本不服从它,反而向快乐妥协,变得软弱,并在某种程度上衰弱。
§2.6.37πότερον δʼ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν.
至于节制者是否是自制者,虽然在前面已经提出了疑问,但现在让我们来探讨。
ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
因为节制者确实也是自制者;因为自制者不仅是指当欲望存在时凭借理智克制它们的人,而且也是指即使在欲望不存在时,也属于那种一旦欲望产生就会予以克制的人。
§2.6.38ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δʼ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν·
节制者是指不具有坏的欲望且关于这些事物的理智正确的人,而自制者则是指具有坏的欲望且关于这些事物的理智正确的人。
ὥστ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρετής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχʼ ὁ ἐγκρατὴς σώφρων〉.
因此,自制者将随顺于节制者,而节制者将会是自制者,但自制者并不是节制者。
ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
因为节制者是指不遭受(坏欲望)的人,而自制者是指遭受并克服它们,或者能够遭受它们的人;但这二者都不属于节制者,因此自制者并非节制者。
§2.6.39πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος;
那么,放纵者是无自制者,还是无自制者是放纵者?
ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ;
或者两者互不随顺?
ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον ἔχων·
因为无自制者是指其理智与情感相抗争的人,而放纵者则不是这样,而是在做坏事的同时使理智也表示赞同的人。
οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.
因此,放纵者既不像无自制者,无自制者也不像放纵者。
§2.6.40ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς.
此外,放纵者比无自制者更坏。
δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενομένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·
因为本性的东西比因习惯产生的东西更难治愈(事实上,习惯之所以显得强大,正是因为它确立为了本性)。
§2.6.41ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί·
因而,放纵者自身就是本性上恶劣的人,因此且由于这一点,他内部的理智也是坏的。
ἀλλʼ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·
但无自制者并不是这样;因为并不是因为他自身如此,其理智才不优秀(因为如果他自身在本性上就像坏人那样,那么他就必须是一个坏人)。
§2.6.42ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ ἀκόλαστος.
那么,无自制者似乎是因习惯而坏,而放纵者是因本性而坏;所以放纵者更难治愈。
τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύσις οὐδενὶ ἐκκρούεται.
因为习惯可以被另一种习惯驱逐,但本性却不能被任何东西驱逐。
§2.6.43πὀτερον δὲ ἐπείπερ ἐστὶν ὁ ἀκρατὴς τοιοῦτος [τις] οἶος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμός τοιοῦτος ὁ τῷ λόγῳ τῷὀρθῷἕκασταθεωρῶν,πότερον[δʼ]ἐνδέχεταιτὸν φρόνιμον ἀκρατῆ εἶναι, ἢ οὔ;
既然无自制者是那种知道并且在理智上没有受骗的人,而明智者也是那种以正确的理智审视各事物的人,那么明智者是否可能无自制,还是不可能?
ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα· ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθενεἰρημένοις,οὐκἔσται ὁ φρόνιμος ἀκρατής.
因为有人可能会根据已说的话提出疑问;但如果我们遵循前面所说的话,明智者将不会是无自制者。
ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὁ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλʼ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμεναβέλπιστα·
因为我们曾说,明智者不仅是指拥有正确理智的人,而且是指还会去实践那些根据理智显得是最好的事情的人。
εἰ δὲπράττει τὰβέλτιστα ὁ φρόνιμος, οὐδʼ ἂν ἀκρατὴς εἴη ὁ φρόνιμος, ἀλλʼ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.
如果明智者实践最好的事情,那么明智者就不会是无自制者,而这样的人只是聪敏者。
§2.6.44διῃρήμεθα γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄντων.
因为我们在前面已经区分了聪敏者和明智者,认为他们是不同的。
περὶ μὲν γὰρ ταὐτά· ἀλλʼ ὃ μὲν πρακτικὸς περὶ ἃ δεῖ, ὃ δʼ οὐ πρακτικός.
因为他们是关于相同的事物,但其中一人对于所必须的事物具有实践力,而另一人则不具实践力。
τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται εἶναι (οὐ γὰρ πρακτικὸς περὶ ἃ καὶ δεῖ), τὸν φρόνιμον δʼ οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.
因此,聪敏者有可能是无自制者(因为他对于同样必须的事物没有实践力),但明智者则不可能无自制。

词汇与语法注释

  1. §2.6.36ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν — 非人称动词 ἔστι(ν)(意为“有可能”)后接宾格不定式短语 προλαβόντα ... μηθὲν παθεῖν。宾格分词 προλαβόντα 作不定式的逻辑主语,指代一般人。ὅ提从句作为同位语,具体说明了预先把握(προλαβόντα)或理智(τῷ λόγῳ)的内容。
  2. §2.6.38ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρετής — 动词 ἀκολουθήσει(意为“随顺、伴随”)表示逻辑上的包含关系。这里通过“自制者(A)随顺于节制者(B)”这一表达,表明“若是B则必然是A(所有节制者都是自制者)”的单项逻辑包含关系。
  3. §2.6.41φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει τοιοῦτος ἦν — 不带语气词 ἄν 的未完成过去时 ἔδει 与条件从句 εἰ ... ἦν(直陈式过去时)连用,表示与现在事实相反的虚拟条件句(反实虚拟)。表示性质的形容词 φαῦλον 置于句首以示强调。
  4. §2.6.43ὁ ἀκρατὴς τοιοῦτος [τις] οἷος εἰδέναι — 关系代词 οἷος 与关联代词 τοιοῦτος 连用,后接不定式 εἰδέναι,表示某种特征或适宜性(“是那种知道……的人”)。

引用这一段

亚里士多德, 大伦理学 §2.6.36-2.6.44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.6.36-2.6.44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。