Humanitext Reader

亚里士多德 · 大伦理学 §2.6.26-2.6.35

无自制与诸概念的区别及其优于放纵

第 52 段,共 71 段 · 希腊语

内容简介

作者讨论了为何涉及快乐的无自制比涉及愤怒的无自制更可非难,并厘清了自制、坚忍、软弱、放纵以及无自制之间的概念区别。他指出无自制者因保全了正确的始基(理智)而优于放纵者,并阐明无自制具有冲动型与虚弱型两种具体表现形态。

§2.6.26ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρασία εἶναιὀργῆς, οὐλίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε.
\n固此,这种向着愤怒的冲动(这似乎是愤怒的无自制)并不太值得非难,而向着快乐的冲动确实是可非难的。
ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλʼ ὅμως πράττει παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρασίας.
因为由于理智,它与前者(愤怒的冲动)有所不同。 理智虽劝阻其不要去行事,但此人仍然违反理智而行事;因此,它比因愤怒而产生的无自制更可非难。
ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν(οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.
因为因愤怒而产生的无自制是痛苦的(因为没有一个愤怒的人是不感到痛苦的),而因欲望而产生的无自制则伴随着快乐;因此它更可非难,因为因快乐而产生的无自制似乎伴随着傲慢。
§2.6.27πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὑτόν ἐστιν; ἢ οὔ;
\n\n自制与坚忍是同一件事,还是不是?
ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.
因为自制是关于快乐的,自制的人是克服快乐的人,而坚忍是关于痛苦的;因为忍受并支撑痛苦的人就是坚忍的人。
§2.6.28πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.
\n\n同样,无自制与软弱也不是同一回事;因为软弱是指,而软弱的人是指不承受劳苦的人——不是所有的劳苦,而是指其他人必然会承受的那些劳苦——而无自制的人则是指无法抵御快乐,反而变得软弱并被其引导的人。
§2.6.29ἔστιν αὖ πάλον τις καλούμενος ἀπόλαστος·
\n\n此外,还有被称为放纵的人。
πότερον οὖν ὁ ἀκόλαστος ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ;
那么,放纵者与无自制者是同一个人,还是不是?
ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὐτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὐτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκράτὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει.
因为放纵的人是这样一种人,他认为自己所做的事情对他来说既是最好的也是最有利的,并且没有任何理智反对他所认为愉快的事情;而无自制者拥有反对他的理智,指向欲望所引导他的那些事情。
§2.6.30πὀτερος δὲ εὐιατότερος, ὁ ἀκόλαστος ἢ ὁ ἀκρατής;
\n\n那么,放纵者和无自制者中,哪一个更容易治愈?
οὕτω μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος εὐιατότερος·
这样看来,也许反而觉得不是无自制者;因为放纵者更容易治愈。
εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι.
因为如果在他心中产生能教导他那些是坏事的理智,他就不会再做了;而无自制者已经具有理智,却仍然行事,因此这样的人似乎是不可救药的。
§2.6.31ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, ⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα;
\n\n但是,哪一个处境更糟:是一个好的东西都不具备的人,[还是具备某种好的东西]同时又有这些坏事的人?
ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται.
显然是前者,而且越是尊贵的东西处于糟糕的状态,就越是如此。
ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει.
那么,无自制者拥有正确的理智这一好的东西;而放纵者则没有。
§2.6.32ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.
\n\n此外,理智是每个人的始基;因此,在无自制者身上,作为最尊贵之物的始基处于良好状态,而在放纵者身上则处于糟糕状态,因此,放纵者要比无自制者更糟。
§2.6.33ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί;
\n\n此外,正如我们所说过的作为恶德的兽性,并不是在野兽身上看到,而是在人身上看到;因为兽性是过度恶德的名称——为什么呢?
διʼ οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος.
不为别的,只因野兽之中并无坏的始基;而始基就是理智。
ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν;
那么,狮子与狄奥尼修斯、法拉里斯、克利arch斯或这些恶人中的某一个相比,哪一个会做出更多的坏事呢?
δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.
显然是这些人;因为存在于内部的坏始基起到了极大的推动作用,而在野兽中则根本没有始基。
§2.6.34ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη. γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής.
\n\n因此,在放纵者身上存在着坏的始基;因为他做坏事,而且他的理智也赞同这一点,并且他认为自己必须做这些事,所以在他身上存在着不健康的始基。
διὸ βελτίων ἂν δόξειεν εἶναι ὁ ἀκρατὴς τοῦ ἀκολάστου.
因此,无自制者似乎比放纵者要好。
§2.6.35ἔστι δὲ καὶ τῆς ἀκρασίας δύο εἴδη, ἣ μὲν προπετική τις καὶ ἀπρονόητος καὶ ἐξαίφνης γινομένη (οἷον ὅταν ἴδωμεν καλὴν γυναῖκα, εὐθέως τι ἐπάθομεν, καὶ ἀπὸ τοῦ πάθους ὁρμὴ ἐγένετο πρὸς τὸ πρᾶξαί τι ὧν ἴσως οὐ δεῖ), ἡ δʼ ἑτέρα οἷον ἀσθενική τις, ἡ μετὰ τοῦ λόγου οὖσα τοῦ ἀποτρέποντος.
\n\n无自制也有两种:一种是某种冲动的、缺乏预见的、突然发生的那种(例如,当我们看到一个美丽的女人时,我们立刻受到某种影响,并由这种情感产生了一种冲动,去做出一些也许不该做的事情),另一种则是某种虚弱的那种,它与劝阻的理智并存。
ἐκείνη μὲν οὖν οὐδʼ ἂν λίαν δόξειεν εἶναι ψεκτή· καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται, ἐν τοῖς θερμοῖς καὶ εὐφυέσιν· δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς, οἱ δὲ τοιοῦτοι ψεκτοί.
因此,前者甚至似乎不那么值得非难;因为这种无自制也会发生在优秀的人身上,发生在那些热情且有天赋的人身上;而后者则发生在冷淡和忧郁的人身上,这样的人是可非难的。

词汇与语法注释

  1. 2.6.26τοῦ μὴ πράττειν — 在表示阻止或劝阻的动词(此处为 ἀποτρέπω)后,不定式习惯上会带有一个冗余的否定小词 μή,用以加强阻止的语气。意为“劝阻其不要去行事”或“阻碍行事(to deter from acting)”。
  2. 2.6.26οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται — 由 οὐδείς 和 οὐ 构成的双重否定句式。根据希腊语语法规则,当否定词后紧跟一个简单否定词时,它们相互抵消,构成强烈的肯定:“因为凡是发怒的人都感到痛苦”。
  3. 2.6.32τοῦ δὲ ἀκολάστου κακῶς — 对比前句 τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται(在无自制者身上,作为最尊贵之物的始基处于良好状态),此处省略了动词 διάκειται 以及主语 ἡ ἀρχή,应补足理解为“而放纵者[的始基]则处于糟糕状态([the principle] is in a bad condition)”。
  4. 2.6.35ἡ δὲ ἐν τοῖς ψυχροῖς καὶ μελαγχολικοῖς — 承前句 καὶ γὰρ ἐν τοῖς σπουδαίοις ἡ τοιαύτη ἐγγίνεται(因为这种无自制也会发生在优秀的人身上)省略了动词 ἐγγίνεται。主语 ἡ δέ 指代前文提到的另一种“虚弱的”无自制(ἡ δʼ ἑτέρα οἷον ἀσθενική τις),全句意为“而后者(虚弱的无自制)则发生(生出)在冷淡和忧郁的人身上”。

引用这一段

亚里士多德, 大伦理学 §2.6.26-2.6.35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.6.26-2.6.35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。