Humanitext Reader

亚里士多德 · 大伦理学 §2.6.10-2.6.17

无自制的范围与未使用的知识之解

第 50 段,共 71 段 · 希腊语

内容简介

在提出关于无自制适用范围的问题后,作者通过区分拥有知识与使用知识、应用三段论中全称与特称前提的区分,以及引入醉酒的类比,解决了拥有知识或意见却行恶的困境。

§2.6.10— πότερον δʼ ἡ ἀκρασία καὶ ὁ ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἡ ἀκρασία, ἀπερήσειεν ἄν τις.
——人们或许会提出这样的疑问:无自制与无自制的人是存在于一切事物之中并涉及所有事物(例如财富、名誉、愤怒和名声,因为在所有这些事上人们似乎都有无自制),还是并非如此,而是无自制仅局限于某种特定的事物?
τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτʼ ἐστίν· ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας.
¦1201b 那么,提供这些困难的就是这些问题;而解决这些困难是必要的。
§2.6.11πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης· ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν ἢ μεταπίπτειν.
首先,让我们探讨关于知识的困难;因为拥有知识的人丢弃它或者背离它,似乎是荒谬的。
§2.6.12ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἐπιστήμην·
同样的论点也适用于意见;因为它是意见还是知识,并无区别。
εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.
因为如果意见由于稳固且不可说服而变得强烈,它就与知识毫无区别,因为意见包含着确信事情正如他们所认为的那样,正如以弗所的赫拉克利特对自己所认为的事物持有这样的意见一样。
§2.6.13οὐθὲν δὲ ἄτοπον τῷ ἀκρατεῖ, οὔτʼ εἰ ἐπιστήμην ἔχει οὔτʼ εἰ δόξαν οἵαν λέγομεν, πράττειν τι φαῦλον.
但无论是无自制的人拥有知识,还是拥有我们所说的那种意见,他做出某种坏事都毫无荒谬之处。
ἔστι γὰρ τὸ ἐπίστασθαι διττόν, ὧν τὸ μέν ἐστι τὴν ἐπιστήμην ἔχειν (ἐπίστασθαι γάρ φαμεν τότε, ὅταν τις ἐπιστήμην ἔχῃ), τὸ δʼ ἕτερον τὸ ἐνεργεῖν ἤδη τῇ ἐπιστήμῃ.
因为“知道”有两种含义:其一是拥有知识(因为当某人拥有知识时,我们说他知道),其二是已经根据该知识在行动。
ἀκρατὴς οὖν ἐστιν ὁ ἔχων τὴν ἐπιστήμην τῶν καλῶν, οὐκ ἐνεργῶν δὲ αὐτῇ·
因此,无自制的人是拥有关于高尚之事的知识、却不依据它行动的人。
§2.6.14ὅταν οὖν μὴ ἐνεργῇ τῇ ἐπιστήμῃ ταύτῃ, οὐδὲν ἄτοπον αὐτόν ἐστιν πράττειν τὰ φαῦλα ἔχοντα τὴν ἐπιστήμην.
因此,当他不依据这种知识行动时,他拥有知识却做出坏事就毫无荒谬之处。
ὅμοιον γάρ ἐστιν ὥσπερ ἐπὶ τῶν καθευδόντων.
因为这就像那些睡着了的人一样。
οὗτοι γὰρ ἔχοντες τὴν ἐπιστήμην ὅμως ἐν τῷ ὕπνῳ πολλὰ δυσχερῆ καὶ πράττουσι καὶ πάσχουσιν.
因为这些人虽然拥有知识,但在睡眠中仍然做出并承受许多不愉快的事。
οὐ γὰρ ἐνεργεῖ ἐν αὐτοῖς ἡ ἐπιστήμη.
因为知识在他们之中并不起作用。
ὡσαύτως δʼ ἐπὶ τοῦ ἀκρατοῦς.
无自制的人也是同样的情况。
ὥσπερ γὰρ καθεύδοντι ἔοικεν, καὶ τῇ ἐπιστήμῃ οὐκ ἐνεργεῖ.
因为他就像一个睡着了的人,并不依据他的知识起作用。
§2.6.15λύεται δὴ ἀπορία οὕτως.
困难确实如此解决。
ἠπορεῖτο γὰρ πότερον ὁ ἀκρατὴς ἐκβάλλει τότε τὴν ἐπιστήμην ἢ μεταπίπτει.
因为此前人们困惑,无自制的人是在那时丢弃了知识还是背离了知识。
ἄτοπον γὰρ ἀμφότερα δοκεῖ εἶναι.
因为这两者似乎都是荒谬的。
— ἀλλὰ πάλιν ἐντεῦθεν ἂν γένοιτο φανερόν, ὥσπερ ἔφαμεν ἐν τοῖς ἀναλυτικοῖς, ἐκ δύο προτάσεων γίνεσθαι τὸν συλλογισμόν, καὶ τούτων εἶναι τὴν μὲν πρώτην καθόλου, τὴν δὲ δευτέραν ὑπὸ ταύτην τε καὶ ἐπὶ μέρους.
——但另一方面,从以下这一点可以变得清楚:正如我们在《分析篇》中说过的,三段论是由两个前提构成的,在这些前提中,第一个是全称的,第二个是隶属于它的且是特称的。
οἷον ἐπίσταμαι πάντʼ ἄνθρωπον πυρέττοντα ὑγιῆ ποιῆσαι· οὑτοσὶ δὲ πυρέττει· ἐπίσταμαι ἄρα καὶ τοῦτον ὑγιῆ ποιῆσαι.
例如:“我知道如何治愈每一个发烧的人”;“这个人发烧了”;“因此,我知道如何治愈这个人”。
ἔστιν οὖν ὃ τῇ μὲν καθόλου ἐπιστήμῃ ἐπίσταμαι, τῇ δʼ ἐπὶ μέρους οὔ.
因此,存在着我通过全称知识知道、但通过特称知识却不知道的情况。
§2.6.16γίνεται οὖν ἁμαρτία τῷ τὴν ἐπιστήμην ἔχοντι καὶ ἐνταῦθα, οἷον ἅπαντα μὲν τὸν πυρέττοντα ὑγιῆ ποιῆσαι 〈ἐπίσταμαι〉, εἰ μέντοι οὗτος πυρέττει, οὐκ οἶδα.
那么,对于拥有知识的人,在这里也会发生错误,例如:“我知道如何治愈所有发烧的人,然而这个人是否发烧,我却不知道。
ὡσαύτως τοίνυν ἐπὶ τοῦ ἀκρατοῦς τοῦ τὴν ἐπιστήμην ἔχοντος ἡ αὐτὴ ὡμαρτία συμβήσεται.
”因此,同样地,对于拥有知识的无自制的人,也会发生同样的错误。
ἐνδέχεται γὰρ τὸν ἀκρατῆ τὴν μὲν καθόλου ἐπιστήμην ἔχειν, ὅτι τὰ τοιαῦτα φαῦλα καὶ βλαβερά, μὴ μέντοι γε ὅτι ἐστὶν ταῦτα φαῦλα ἐπὶ μέρους εἰδέναι, ὥστε οὕτως ἔχων τὴν ἐπιστήμην ἁμαρτήσεται· ἔχει γὰρ τὴν καθόλου, τὴν δʼ ἐπὶ μέρους οὔ.
因为无自制的人有可能拥有全称知识,即“此类事物是坏的且有害的”,但却不知道“这些具体事物在个别情况下是坏的”;因此,以这种方式拥有知识,他将会犯错;因为他拥有全称知识,却没有特称知识。
§2.6.17οὐδὲν οὖν ἄτοπον οὐδʼοὕτορ συμβήσεται ἐπὶ τοῦ ἀκρατοῦς, τὸν ἔχοντα τὴν ἐπιστήμην φαῦλόν τι πράττειν.
因此,即使以这种方式,关于无自制的人、即拥有知识者做出坏事,也不会得出任何荒谬的结论。
ἔστι γὰρ ὡς ἐπὶ τῶν μεθυόντων.
因为这就像醉酒者的情况一样。
οἱ γὰρ μεθύοντες, ὅταν αὐτοῖς ἡ μέθη ἀπαλλαγῇ, πάλιν οἱ αὐτοὶ εἰσίν· οὐκ ἐξέπεσεν δʼ αὐτῶν ὁ λόγος οὐδʼ ἡ ἐπιστήμη, ἀλλʼ ἐκρατήθη ὑπὸ τῆς μέθης, ἀπαλλαγέντες δὲ τῆς μέθης πάλιν οἱαὐτοίεἰσὶν.
因为醉酒的人,当他们的醉意消退时,再次恢复为原来的自己;理性和知识并未从他们身上消失,而是被醉意所压制,而一旦摆脱了醉意,他们就再次恢复为原来的自己。
ὁμοίως οὖν ἔχει ὁ ἀκρατής πάλιν].
因此,无自制的人也是同样的情况。
ἐπικρατῆσαν γὰρ τὸ πάθος ὴρεμεῖν ἐποίησε τὸν λογισμόν· ὅταν δʼ ἀπαλλαγῇ τὸ πάθος ὥσπερ ἡ μέθη, πάλιν ὁ αὐτὸς ἐστίν.
因为激情压倒了他,使得他的推论处于静止状态;而当激情被除去,就像醉意消退一样,他又恢复为原来的自己了。

词汇与语法注释

  1. 1201bπρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης — 名词的省略。在语境中,承接 §2.6.10 末尾提及的 τὰς ἀπορίας,在 την 之后省略了名词 ἀπορίαν(“困难”)。同时,谓语部分也省略了诸如 λύσωμεν(“让我们解决”)之类的动词。
  2. 1201bδόξης ἐχούσης τὸ πιστεύειν — 属格独立结构。名词 δόξης 作逻辑主语,现在分词 ἐχούσης 作谓语。在语义上,它表示一种普遍的原因或定义(“因为抱有意见包含了……”),并由随后的赫拉克利特的例子加以佐证。
  3. 1201bἔστιν οὖν ὃ — 非人称存在表达。ἔστιν ὅ(或 ἔστιν ὥστε)在惯用法中表示“存在……的情况”或“有可能……”。此处带有关联代词 ὃ,用以指出“存在着虽然通过全称知识知道、但通过特称知识却不知道的情况”这一事实。

引用这一段

亚里士多德, 大伦理学 §2.6.10-2.6.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.6.10-2.6.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。