§2.6.1ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν·
关于无自制与自制,首先必须阐述那些令人困惑的问题以及与现象相反的论点,以便我们能够从这些困惑和相反的论点中共同考察并检验它们,尽最大可能看清关于它们的真理;因为这样一来,看清真理将会更容易。
ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται. §2.6.2Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνήρει ὅλως καὶ οὐκ ἔφη ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτʼ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἴδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους.
因此,年长的苏格拉底完全否定了这一点,否认存在无自制,他说没有人知道坏事是坏事还会选择它们;然而,无自制的人似乎在知道它们是坏事的情况下,仍然选择它们,被激情所驱使。
διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ ᾤετ᾿ εἶναι ἀκρασίαν· §2.6.3οὐ δὴ ὀρθῶς.
因此,正是由于这样的论点,他不认为存在无自制;但这并不正确。
ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.
因为被这种论点说服而否定明显发生的事实是荒谬的;因为确实存在无自制的人,他们自己虽然知道那是坏事,却仍然去做。
§2.6.4ἐπεὶ δ᾿ οὖν ἔστιν ἀκρασία, πότερον ὁ ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, θεωρεῖ καὶ ἐξετάζει τὰ φαῦλα;
既然无自制确实存在,那么无自制的人在观察和检验坏事时,是否拥有某种知识?
ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν.
但另一方面,这似乎又不可能。
ἄτοπον γὰρ τὸ πρότιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθ ὑπὸ τινός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον·
因为我们之中最首要、最稳固的东西被某种东西所击败,是荒谬的;因为知识是我们之中所有东西里最稳定、最具强制力的。
ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται ∗∗τῷ μὴ εἶναι ἐπιστήμην.
因此,这个论点反过来又反对了“不存在知识”的说法。
§2.6.5ἀλλʼ ἆρά γε ἐπιστήμη μὲν οὔ, δόξα δέ;
那么,难道不是知识,而是意见吗?
ἀλλʼ εἰ δόξαν ἔχει ὁ ἀκρατής, οὐκ ἂν εἴη ψεκτ??ς.
但是,如果无自制的人拥有的是意见,他就不会是受指责的了。
εἰ γὰρ φαῦλόν τι πράττει μὴ ἀκριβῶς εἰδὼς ἀλλὰ δοξάξων, συγγνώμην ἄν τις ἀποδοίη προσθέσθαι τῇ ἡδον καὶ πρᾶξαι τὰ φαῦλα, μὴ ἀκριβῶς εἰδότα ὅτι [οὐ] φαῦλα εἰσίν, ἀλλὰ δοξάζοντα· οἷς δὲ γε συγγνώμην ἔχομεν, τούτους οὐ ψέγομεν· ὥστε ὁ ἀκρατής, εἴπερ δόξαν ἔχει, οὑν ἔσται ψεκτός.
因为如果他并非精确地知道,而是由于抱有意见而做出了坏事,人们或许会原谅他屈服于快乐并做出坏事,因为他并非精确地知道那是坏事,而只是抱有意见;而对于我们原谅的人,我们并不谴责;因此,无自制的人如果确实拥有的是意见,他就不是受指责的了。
§2.6.6ἀλλʼ ἔστιν ψεκτός.
但他是受指责的。
οἱ δὴ τοιοῦτοι λόγοι ἀπορεῖν ποιοῦσιν.
因此,这些论点制造了困境。
οἳ μὲν γὰρ οὐκ ἔφασαν εἶναι ἐπιστήμην, ἄτοπόν τι γὰρ συμβαίνειν ἐποίουν· οἳ δὲ πάλιν οὐδὲ δόξαν, καὶ γὰρ οὗτοι ἄτοπόν τι πάλιν [ἐποίουν] συμβαίνειν.
因为那些否认那是知识的人,导致了荒谬的结论;而那些反过来否认那是意见的人,也同样导致了荒谬的结论。
§2.6.7— ἀλλὰ δὴ καὶ ταῦτʼ ἂν τις ἀπορήσειεν· ἐπε γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς ἐπιθυμίας;
——而且,人们也可以提出这样的疑问:既然节制的人似乎也是自制的,那么节制的人是否会产生强烈的欲望?
εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ)· εἰ δὲ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώψρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν).
如果他要成为自制的,他就需要有强烈的欲望(因为你不会把一个只克制温和欲望的人称为自制的);但如果他没有强烈的欲望,他就不能再被称为节制的(因为节制的人是那些既不产生欲望也不受其影响的人)。
§2.6.8— ἔχει δέ καὶ τὰ τοιαῦτα πάλιν ἀπορίαν, συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε ἐπαινιτὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν.
——而且,这类事情反过来也同样包含着困难,因为从这些论点可以得出,无自制的人有时是值得赞扬的,而自制的人有时是受指责的。
ἔστω γάρ τις, φησίν, ἀιημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δʼ ἐπιθυμία ἀγέτα ἐπὶ τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι· γὰρ πράττει τὰ καλὰ, ἐπαινετός.
因为,假设某人在推理上犯了错误,在他推理时,高尚的事情在我看来是坏事,而他的欲望却将他引向高尚的事情;那么,他的理性将不允许他去行动,但他由于被欲望驱使,却去行动了(因为这样的人就是无自制的);因此,他将做出高尚的事情,因为让他的欲望将他引向这些事情(而他的理性却在阻碍他;因为让他在关于高尚之事的推理上犯了错);因此,这个人将是无自制的,却又是值得赞扬的;因为由于他做出了高尚的事情,他是值得赞扬的。
ἄτοπον δὴ τὸ συμβαῖνον.
这确实是一个荒谬的结论。
§2.6.9πάλιν δʼ αὗ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δʼ ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά· ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον· οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτε ψεκτός.
反之,再次假设他在理性上犯了错误,高尚的事情在他看来并不是高尚的,而他的欲望却将他引向高尚的事情;然而,自制的人是一个虽然有欲望、但因为理性的缘故而不去做出这些行为的人;因此,在理性上犯错的人将会阻止自己去做他所欲望的事情,因此也就是阻止了自己去做出高尚的行为(因为他的欲望将他引向了这些);然而,在应当做出高尚行为时却不去做的人是受指责的;因此,自制的人有时将会是受指责的。
ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον.
这样得出的结论确实也是荒谬的。