§2.5.1ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία.
兽性是一种过度的恶德。
ὅταν γάρ τινα παντελῶς ἔδωμεν φαῦλον, οὐδʼ ἄνθρωπὸν φαμεν εἶναι ἀλλὰ θηρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα.
因为当我们看到某人完全下流卑劣时,我们说他甚至不是人,而是野兽,以此表明兽性是一种特定恶德的存在。
§2.5.2ἡ δὲ ἀντικειμένη ἀρετὴ ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δʼ ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα, οἷον ἡρωϊκὴ τις καὶ θεία.
而与此相反的德性是没有名字的,但这种德性是超乎人类之上的,好比某种英雄式的和神圣的德性。
ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι οὐκ ἔστιν θεοῦ ἀρετή· ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατʼ ἀρετήν ἐστι σπουδαῖος· οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ θεοῦ.
这种德性之所以没有名字,是因为它并不是神的德性;因为神比德性更优越,而且神并不是按照德性而成为优秀的;因为若是那样,德性就会比神更优越了。
§2.5.3διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη.
因此,与作为恶德的兽性相反的德性是没有名字的。
θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον· ὥσπτερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.
而神圣且超乎常人的德性倾向于与这种恶德相反;因为正如作为恶德的兽性是超乎常人的一样,与其相反的德性也是如此。