§2.3.1ἡ δέ γε εὐβουλία ἐστὶ μὲν περὶ ταὐτὰ τῇ φρονήσει (περὶ γὰρ τὰ πρακτά ἐστι τὰ περὶ αἵρεσιν καὶ φυγὴν ὄντα), ἔστιν δὲ οὐκ ἄνευ φρονήσεως.
另一方面,良谋所涉及的与明智是相同的事物(因为它是关于涉及选择和回避的、可付诸行动的事物),但它并不能脱离明智而存在。
ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἢ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμφορωτάτωον.
因为明智在这些事物上是实践性的,而良谋则是一种能够获得在可付诸行动的事物中最善且最有利之物的状态、或气质、或诸如此类的东西。
§2.3.2διὸ οὐδὲ τὰ τοιαῦτα εὐβουλίας ἂν δόξειεν, τὰ ἀπὸ ταὐτομάτου συμβαίνοντα κατὰ τρόπον·
因此,那些偶然以合适的方式发生的事情,也不能被看作是源于良谋。
οἷς γὰρ μή ἐστιν ὁ λόγος ὁ σκοπῶν τὸ βέλτιστον, οὐκέτι ἂν εἴποις, ᾧ συνέβη τι κατὰ τρόπον, τοῦτον εὔβουλον, ἀλλʼ εὐτυχῆ· τὰ γὰρ ἄνευ τοῦ λόγου τοῦ κρίνοντος γινόμενα κατορθώματα εὐτυχήματα ἐστίν.
因为对于那些没有以最善为目标进行考察的理性的人,如果有些合适的事情偶然发生在他身上,你不能称他为有良谋的人,而应称他为幸运的人;因为没有经过下判断的理性而取得的成功,乃是幸运的事件。
§2.3.3πότερον δέ ποτε τοῦ δικαίου ἐστὶν τὸ τῇ ἐντεύξει τὸ ἴσον ἑκάστῳ ἀποδιδόναι (λέγω δέοἷον, ὁποῖος ἂν ᾖἕκαστος, τοιοῦτονγινόμενον ἐντυγχάνειν);
那么,在交往中给予每个人同等的对待,这是否属于公正之人的特征(我的意思是,例如,不论每个人是怎样的人,都以相符的方式进行交往)?
ἢ οὔ;
还是说并非如此?
τοῦτο μὲν γὰρ καὶ κόλακος καὶ ἀρέσκου δόξειεν ἂν εἶναι· ἀλλὰ τὸ κεπʼ ἀξίαν ἑκάστῳἀποδιδόναι τὴν ἔντευξιν, τοῦτο καὶ δικαίου καὶ σπουδαίου ἀπλῶς ἂν δόξειεν εἶναι.
因为这似乎是奉承者和讨好者的特征;而根据每个人的价值来回报交往,这似乎才既是公正之人也是端正(优秀)之人的特征。
ἀπορήσειε δʼ ἄν τις καὶ τοῦτο.
人们也可能会在此处提出一个疑问。
§2.3.4εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὡς καὶ οὗ ἕνεκα, ἔστι δʼ ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά·
如果进行不义确实意味着故意且知情地去伤害某人,包括对谁、如何以及出于什么目的,而且伤害和不义在于且关乎善物,那么行不义者,即不义之人,应该知道什么样的东西是善,什么样的东西是恶。
τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως·
然而,对于这些事物的认识是明智之人与明智所特有的。
ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.
因此,这就会导向一个荒谬的结论:最伟大的善——明智,居然伴随着不义之人。
§2.3.5ἢ οὐκ ἂν δόξειεν παρακολουθεῖν τῷ ἀδίκῳ ἡ φρόνησις;
或者,明智似乎并不伴随不义之人?
οὐ γὰρ σκοπεῖ ὁ ἄδικος οὐδὲ δύναται κρίνειν τὸ ἁπλῶς ἀγαθὸν καὶ τὸ αὑτῷ ἀγαθὸν,· ἀλλὰ διαμαρτάνει.
因为不义之人并不去考察,也无法判断何为端正的善(普遍的善)以及何为对他自己而言的善,而是会犯错。
§2.3.6τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατʼ ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλʼ ὅμως οὐκ ἔχομεν τὴν ἰαπτρικὴν ἐπιστήμην·
然而,这正是明智的特征,即能够正确地观察这些事物。 正如在医学事务中,我们大家都知道什么是普遍健康以及能产生健康的事物(例如知道藜芦、导泻剂、切除和烧灼是健康的、能产生健康的),但我们却并不因此就拥有医学知识。
οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθʼ ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτʼ ἀμαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ· ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη.
因为我们并不知道在每一个具体情况下的善,不像医生那样知道这对谁是善,在什么时候,以及在何种身体状态下是善;因为医学知识正是在于这一点。
τὰ μὲν οὖν ἀπλῶς. ὑχπιεινὰ εἰδότες ὅμως οὐκ ἔχομεν οὐδὲ παρακολουθεῖ ἡμῖν ἡ ἰατρικὴ ἐπιστήμη·
因此,我们虽然知道普遍健康的事物,但我们并没有医学知识,医学知识也不伴随我们。
§2.3.7ὡς δʼ αὕτως ὁ ἄδικος.
不义之人也是同样的情况。
ὅτι μὲν οὖν ἀπλῶς 1159b καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν·
他确实知道,普遍而言,僭主政治、统治权和权力是善。
ἀλλʼ εἰ αὐτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἷδεν.
但是,这些对他自己而言是否为善,或者在什么时候,或者在何种状态下为善,他就不知道了。
τοῦτο δʼ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀκίκῳ οὐ παρακολουθεῖ ἡ φρόνησις.
而这最能体现明智,因此明智并不伴随不义之人。
αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδικεῖ τὰ ἀπλῶς ἀγαθά, οὐ τὰ αὐτῷ ἀγαθά.
因为他为了行不义而选择的善物,只是普遍的善,而不是对他自己而言的善。
ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν·
因为财富和统治权普遍而言是善,但对他自己而言也许并非善。
εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.
因为在获得财富并实行统治后,他会给自己和朋友带来许多恶,因为他无法正确地使用统治权。
§2.3.8ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ.
这也产生了一个困难和考量:是否存在对卑劣之人的不义,还是没有?
εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν·
如果行不义在于造成伤害,而伤害在于善物的剥夺,那么[剥夺卑劣之人的善物]似乎并不会伤害他;因为他认为对自己是善的那些善物,实际上并不是善。
ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει·
因为统治权和财富会伤害那些无法正确使用它们的卑劣之人。
εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ ἂν δόξειεν ἀδικεῖν.
因此,如果这些东西存在时反而会伤害他,那么剥夺其这些东西的人似乎并未行不义。