§2.2.1ἡ δὲ εὐγνωμοσύνη καὶ ὁ εὐγνώμων ἐστὶν περὶ ταὐτὰ περὶ ἃ καὶ ἡ ἐπιείκεια, περὶ τὰ δίκαια [καὶ] τὰ ἐλλελειμμένα ὑπὸ τοῦ νομοθέτου τῷ μῆ ἀκριβῶς διωρίσθαι, κριτικὸς ὢν τῶν ἐλλελειμμένων ὑπὸ τοῦ νομοθέτου, καὶ γιγνώσκων ὅτι ὑπὸ μὲν τοῦ νομοθέτου ἐλλέλειπται, ἔστι μέντοι δίκαια, ὁ τοιοῦτος εὐγνώμων.
而良识和有良识的人,所涉及的与公平所涉及的是相同的事物,即由于未能精确规定而被立法者遗漏的公正事物。 对于被立法者遗漏的事物具有判断力,并且认识到这些事物虽然被立法者遗漏、但它们依然是公正的,这样的人就是有良识的人。
ἔστι μὲν οὖν οὐκ ἄνευ ἐπιεικείας ἡ εὐγνωμοσύνη· τὸ μὲν γὰρ κρῖναι τοῦ εὐγνώμονος, τὸ δὲ δὴ πράττειν [καὶ] κατὰ τὴν κρίσιν τοῦ ἐπιεικοῦς.
因此,良识并不能脱离公平而存在;因为进行判断是有良识之人的特征,而依据这一判断去付诸行动,则是公平之人的特征。