§2.1.1μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα.
在此之后,我们应当对公平进行考察,探讨它是什么、存在于哪些人之中,以及涉及什么样的事物。
ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον.
而公平和公平的人,是指那些愿意减损法律所规定的权利的人。
ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής.
因为在立法者无法对具体细节做出精确规定、而只能做一般性陈述的事情上,在这些事情上做出让步,并选择那些立法者虽然希望在具体细节上做出规定但却无能为力的事物,这样的人就是公平的人。
οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.
但他并不是在绝对意义上减损公正;因为他并没有减损那些在自然上且真正公正的事物,而只是减损了法律上的公正,即立法者因无能为力而遗留的事物。