§2.16.1πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους;
应该结交许多朋友,还是少数朋友?
οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί].
简单来说,既不应该[总是]很多,也不应该很少。
πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν.
因为如果朋友很多,要把爱分配给每一个人是一件难事。
ἐφʼ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι.
因为在所有其他事情上,我们的本性因其软弱,在触及太远时也会显得无能为力。
οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.
因为即使是用视觉,我们也无法看得很远,如果把物体移到超出适度距离之外,视觉就会因为本性的软弱而达不到;听觉也是如此,所有其他事情同样如此。
§2.16.2ἐλλείπ των οὖν τῷ φιλεῖν διʼ ἀδυναμίαν καὶ ἐγκλήματʼ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλʼ τῷ γε λόγῳ· ἧ δὲ φιλία οὐ τοῦτο βούλεται.
因此,由于无能为力而在爱上有所亏欠的人,理所当然会受到非难,而且他也不会是朋友,因为他只是在言语上爱,而实际上不爱;然而友爱并不要这样。
§2.16.3ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύσασθπι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον λυπεῖσθαι.
此外,如果朋友很多,就不可能免于悲伤;因为当朋友很多时,总是很可能至少有某一个人发生某种不幸,而当这些不幸发生时,就必然会感到悲伤。
οὔτʼ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμμέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμ πρὸς τὸ φιλεῖν.
同样,也不应当过少,比如一两个,而应当与时机以及自身对于爱的冲动相适度。