Humanitext Reader

亚里士多德 · 大伦理学 §2.15.1-2.15.9

自足之人对朋友的需要与自我认识

第 69 段,共 71 段 · 希腊语

内容简介

围绕自足的人是否需要朋友这一问题,文章排除了与神作不恰当类比的论证,并指出朋友作为认识自我的镜子是必要的,且行善与共同生活也同样需要朋友。

§2.15.1ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο.
接下来,我们应该讨论自足以及自足的人:自足的人是否还需要友爱,还是不需要,而是他在这方面对他自己而言也是自足的。
λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί· “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
因为诗人们也是这样说的: “当神赐予福祉时,何需朋友?
” ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου;
” 由此也产生了一个困难:一个拥有了一切善物并自足的人,是否还需要朋友?
ἢ τότε καὶ μάλιστα;
还是在那个时候最需要?
τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται;
因为他要对谁行善,又和谁共同生活呢?
οὐ γὰρ δὴ μόνος γε διάξει.
因为他当然不能独自度过一生。
§2.15.2εἰ τοίνυν τούτων δεήσεται, ταῦτα δὲ μὴ ἐνδέχεται ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.
因此,如果他需要这些,而这些在没有友爱的情况下是不可能实现的,那么自足的人也需要友爱。
§2.15.3ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ οὔτʼ ἐκεῖ ὀρθῶς οὔτʼ ἂν ἐνταῦθα εἴη χρήσιμος·
所以在论证中习惯于从神那里引申出来的类比,既在那里不正确,在这里也无用。
οὐ γὰρ εἰ ὁ θεός ἐστιν αὐτάρκης καὶ μηδενὸς δεῖται, διὰ τοῦτʼ οὐδʼ ἡμεῖς οὐδενὸς δεησόμεθα.
因为不能因为神是自足且无所求的,我们就因此也无所求。
§2.15.4ἔστι γὰρ καὶ τοιοῦτός τις λόγος ἐπὶ τοῦ θεοῦ λεγόμενος.
因为关于神也有这样一种说法。
ἐπεὶ γάρ, φησί, πάντα ἔχει τἀγαθὰ ὁ θεὸς καί ἐστιν αὐτάρκης τί ποιήσει;
他说:“因为神拥有一切善物且是自足的,他会做什么呢?
οὐ γὰρ καθευδήσει.
他当然不会睡觉。
θεάσεται δή τι, φησίν· τοῦτο γὰρ κάλλιστον καὶ οἰκειότατον τί οὖν θεάσεται;
他一定会观想某种东西,” 他说,“因为这是最美好、最适合他的。 那么他会观想什么呢?
εἰ μὲν γὰρ ἄλλο τι θεάοεται, βέλτιον θεώσεταί τι αὑτοῦ.
因为如果他观想别的什么,他就会观想比自己更好的东西。
ἀλλὰ τοῦτʼ ἄτοπον, τὸ τοῦ θεοῦ ἄλλο τι εἶναι βέλτιον.
但这很荒谬,因为不可能有比神更好的其他东西。
αὐτὸς ἑαυτὸν ἂρα θεάσετα ἀλλʼ ἄτοπον·
那么,他会观想他自己。
καὶ γὰρ ὁ ἄνθρωπος [ὃς] ἂν αὐτὸς ἑαυτὸν κατασκοπῆται, ὡς ἀναισθήτῳ ἐπιτιμῶμεν.
但这也很荒谬;因为即使是人,如果观察自己,我们也会谴责他是无知觉的(或愚蠢的)。
ἄτοπος οὖν, φησίν, ὁ θεὸς ἔσται αὐτὸς ἑαυτὸν θεώμενος.
因此,神观想他自己将是荒谬的,”他说。
§2.15.5τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω·
因此,关于神会观想什么,姑且不置论。
ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ;
我们所探究的不是神的自足,而是人类的自足:自足的人是否需要友爱,还是不需要?
εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.
如果有人注视着朋友,看到朋友是什么、是怎样的人,[那么朋友]就像是另一个自己,至少在你把他当作非常亲密的朋友时是这样,正如常言所说:“这另一个赫拉克勒斯,是另一个朋友的我。
§2.15.6” ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες· §2.15.7τοῦτο δὲ γίνεται δι᾿ εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.
” “因此,正如一些智者所说,认识自己既是最困难的,也是最令人愉快的(因为认识自己是令人愉快的),我们确实无法仅凭自己来观照自己(而我们自己无法做到这一点,这从我们谴责他人而我们自己却没有察觉到自己也在做同样的事中看得很清楚;而这种情况的发生是因为好意或因为情念;我们中的许多人,这些东西蒙蔽了做出正确判断的视线);因此,正如当我们要看自己的脸时,我们通过看镜子来看一样,同样,当我们想要认识自己时,通过看着朋友,我们就能认识自己;因为正如我们所说,朋友是另一个自己。
§2.15.8εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δʼ οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.
因此,如果认识自己是令人愉快的,而这如果没有另一个朋友就无法认识,那么自足的人就需要友爱来认识他自己。
§2.15.9— ἔτι δὲ καὶ εἴπερ ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσε;
” ——而且,如果在拥有命运带来的善物时行善是高尚的(事实也确实如此),那么他会对谁行善?
μετὰ τίνος δὲ συμβιώσετωι;
他又会和谁共同生活?
οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον.
因为他当然不能独自度日;因为共同生活既愉快又必要。
εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, ταῦτα δὲ μὴ ἐνδέγεται εἶναι ἄνευ φιλίας, προσδέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας.
因此,如果这些是高尚的、愉快的、必要的,而这些在没有友爱的情况下是不可能的,那么自足的人就需要友爱。

词汇与语法注释

  1. 2.15.1ἐχόμενον δʼ ἂν εἴη — 动词中动相 `ἔχομαι` 后接属格(在此指代接续的主题)表示“紧接其后”、“接下来是”。搭配 `ἂν εἴη` 构成潜在希求法,表示温和的建议或推论(“接下来应当讨论……”)。
  2. 2.15.3ἡ μὲν οὖν ἐν τοῖς λόγοις εἰωθυῖα ὁμοιότης λαμβάνεσθαι ἐκ τοῦ θεοῦ — 该句的主语是 `ἡ ὁμοιότης`(相似性),由完成时分词 `εἰωθυῖα`(习惯于)及其支配的被动不定式 `λαμβάνεσθαι`(被引申、被获取)修饰,介词短语 `ἐκ τοῦ θεοῦ`(从神那里)作不定式的状语。整个结构意为“在论证中习惯于从神那里引申出来的类似性”。
  3. 2.15.6αὐτοὶ δὲ λανθάνομεν ταὐτὰ ποιοῦντες — 动词 `λανθάνω`(未被察觉)与主格分词 `ποιοῦντες`(做)连用,构成了经典的惯用句式,意为“主语在不自知的情况下做某事”,在此处指“而我们自己却未察觉到自己正在做同样的事”。
  4. 2.15.7εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν — 不定过去时分词 `ἰδόντες` 带有条件意图(“若注视”),与主句中带 `ἄν` 的希求法(潜在希求法)`γνωρίσαιμεν ἄν`(“我们就能认识到”)相呼应,表达了一种假设性的可能性。

引用这一段

亚里士多德, 大伦理学 §2.15.1-2.15.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.15.1-2.15.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。