Humanitext Reader

亚里士多德 · 大伦理学 §2.12.1-2.12.13

亲情之爱以及好意与同心的本质

第 66 段,共 71 段 · 希腊语

内容简介

将父亲对儿子之爱的优越性解释为“创作者对其作品的活动”。同时,考察了作为友谊变体的“好意”与“一致”的本质,阐明它们基于实践性抉择和对共同目标的分享。

§2.12.1τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενιῇ, καὶ ταῦτα ἐν τῇ πατρὶ πρὸς υἱόν.
在上述所有这些友谊中,爱最容易在血缘关系中产生,尤其是在父亲对儿子的关系中。
καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα;
究竟为什么父亲爱儿子多于儿子爱父亲?
πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δʼ υἱὸς χάριν ὀφείλει τῆς εὐεργεσίας;
那么,是否正如一些人对大众说得对的那样,是因为父亲在某种程度上恩惠了儿子,而儿子因这一恩惠而欠下恩情?
§2.12.2αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν· ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.
因此,这一原因似乎属于基于利益的友谊;但是,正如我们在诸科学中所看到的那样,这里的情况在某种程度上也是如此。
§2.12.3λέγω δʼ οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλʼ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν)· §2.12.4ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό.
我的意思是像这样:在某些事物中,目的和活动是同一的,在活动之外没有其他的目的,例如对于笛手来说,活动和目的是同一的(因为吹笛对他来说既是目的又是活动),但对于建筑术则不然(因为在活动之外还有另一个目的);因此,友谊是一种活动,在爱这一活动之外没有其他的目的,而只有这一活动本身。
ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλλον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν.
因此,父亲总是以某种方式更多地进行活动(去爱),因为儿子是他自己的某种作品。
τοῦτο δʼ ὁρῶμεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.
我们看到这在其他事物中也是如此;因为所有人对于他们自己所做出的东西,都在某种程度上抱有善意。
§2.12.5ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.
因此,父亲对作为自己作品的儿子抱有善意,被记忆和希望所引导;因此,父亲爱儿子多于儿子爱父亲。
§2.12.6δεῖ δὲ καὶ ὑπὲρ τῶν ἄλλων φιλιῶν τῶν λεγομένων καὶ δοκουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι.
我们还必须考察其他那些被谈论和似乎存在的友谊,看看它们是否是友谊。
οἷον ἡ εὔνοια φιλία δοκεῖ.
例如,好意似乎是友谊。
§2.12.7ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἷναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος ἀγαθὸν εὖνοι γινόμεθα· ἆῤ οὖν ἤδη καὶ φίλοι;
简单来说,好意似乎并不是友谊(因为我们常常对许多人产生好意,要么是因为看见他们,要么是因为听到了关于他们的某些好事;难道我们那时就已经是朋友了吗?
ἢοὔ;
还是不?
οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)· §2.12.8ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.
因为如果有人对身在波斯的大流士抱有好意,正如也许有人曾如此,这并不意味着他立刻与大流士之间有了友谊);但是,好意似乎有时会成为友谊的开端,如果它在有能力做到的情况下,加上了为了好意所针对的那个人而行善的意愿,那么好意就会变成友谊。
§2.12.9— ἔστιν δʼ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.
好意属于品格,且针对品格;因为没有人会被说成对酒或任何其他无生命的、好的或令人愉快的东西抱有好意,而是如果某人在品格上是优秀的,好意就是针对他的。
§2.12.10— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.
好意并非与友谊分离,而是在同一领域中;因此,它似乎就是友谊。
§2.12.11ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην.
另一方面,如果我们取严格意义上的“一致”,一致就与友谊非常接近。
εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ;
因为如果有人和恩培多克勒持有同样的想法,并且和恩培多克勒一样认为某些东西是元素,那么他与恩培多克勒一致吗?
ἢ οὔ;
还是不?
ἐπεὶ περί τι ἄλλο τοιοῦτον.
因为关于其他任何类似的事情也同样如此。
§2.12.12πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά.
因为首先,一致不属于理智的事物,而属于实践的事物,在这些事物中,不仅在于他们想的是同样的事,而且在于在想同样的事的同时,对于他们所想的事物,他们抱有朝向这些事物的选择。
εἰ γὰρ ἐννοοῦσιν ἀμφότεροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν;
因为如果双方都想着要统治,但一方想着自己,另一方想着自己,那么他们此时就已经一致了吗?
ἢ οὔ;
还是不?
ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.
但如果我希望自己统治,而他也希望我统治,这样我们才已经一致了。
§2.12.13ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ.
因此,一致就是在实践的事物中对同一事物拥有意愿。
περὶ ἄρχοντος ἄρα κατάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.
因此,严格意义上的一致是关于在实践事物中确立同一个统治者。

词汇与语法注释

  1. 20τῇ πατρὶ πρὸς υἱόν — 抄本写作 τῇ πατρὶ,在此需补充前文中的 τῇ συγγενιῇ(血缘关系)或 φιλίᾳ(友谊)。或者,这可以理解为 τῇ τοῦ πατρὸς πρὸς υἱόν 的省略,或将 πατρὶ 视为 πατρὸς 的笔误,意为“父亲对儿子的关系(或友谊)”。
  2. 30ἔστι μὲν ὧν — ἔστιν ὧν 是一种部分属格的惯用表达,意为“在某些(活动或技术)中”,类似于主格的 ἔστιν οἵ,在此引导说明“目的与活动是同一的”这一关系从句。
  3. 35παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν — 介词 παρά 接宾格表示原因(“由于”、“基于”),后接带有主格对格的不定式从句 τὸ εἶναι...(“儿子是他自己的某种作品”)。整句话的意思是“由于儿子在某种程度上是他自己的作品”。
  4. 5ἐκείνου ἕνεκεν ἐστιν εὔνους — 包含关系代词或介词省略的紧缩句法。应理解为 ἐκείνου ἕνεκεν [ᾧ] ἐ仕tin εὔνους,即“为了他对其抱有好意的那个人的缘故”。
  5. 15ἐπεὶ περί τι ἄλλο τοιοῦτον — 极其省略的表达。需要补充省略的主句(如“否则……”),意为“因为否则的话对于任何其他此类理论性事物也同样如此”。

引用这一段

亚里士多德, 大伦理学 §2.12.1-2.12.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:2.12.1-2.12.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。