§2.11.33ἐν δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλλον αἱ διαφοραί.
但是,在不因相同原因而成为朋友的友谊中,更容易产生分歧。
ἄδηλος γὰρ ἡ ἔλλεωψις παρʼ ἑκατέρου.
因为任何一方的不足都是不明显的。
οἷον εἰ ὃ μὲν διʼ ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον, ἐνταῦθα ἡ ἀμφισβήτησις· οὔτε γὰρ ὁ τῷ συμφέροντι ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν τῷ συμφέροντι χάριν ἀπολαμβάνειν.
例如,如果一方是因快乐而成为朋友,另一方是因有益而成为朋友,那么此处就会产生争执:因为在有益上胜出的人不认为快乐是与有益相交换的等值物,在快乐上胜出的人也不认为他在有益中得到了配得上快乐的报答。
διὸ μᾶλλον αἱ διαφοραὶ ἐν ταῖς τοιαύταις φιλίαις γίνονται.
因此,在此类友谊中更容易产生分歧。
§2.11.34πλούτῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν, ἀλλʼ ὑπὸ τῶν ἐνδεεστέρων οἴονται δεῖν αὐτοὶ φιλεῖσθαι·
[在财富或此类事物上占优的人]不认为自己应当去爱,而认为自己应当被那些更为匮乏的人所爱。
§2.11.35ἔστιν δὲ βέλτιον τὸ φιλεῖν ἢ τὸ φιλεῖσθαι.
而爱比被爱更好。
— τὸ μὲν γὰρ φιλεῖν ἐνέργειά τις ἡδονῆς καὶ ἀγαθόν, ἀπὸ δὲ τοῦ φιλεῖσθαι οὐδεμία τῷ φιλουμένῳ ἐνέργεια γίνεται.
因为爱是快乐的某种活动,也是一件善事;但从被爱中,被爱者并不会产生任何活动。
§2.11.36— ἔτι δὲ βέλτιον τὸ γνωρίζειν ἢ τὸ γνωρίζεσθαι· τὸ μὲν γὰρ γνωρίζεσθαι καὶ τὸ φιλεῖσθαι καὶ τοῖς ἀψύχοις ὑπάρχει, τὸ δὲ γνωρίζειν καὶ τὸ φιλεῖν τοῖς ἐμψύχοις.
而且,认识比被认识更好;因为被认识和被爱甚至无生命之物也具有,而认识和爱则是具有生命之物所具有的。
§2.11.37— ἔτι τὸ εὐποιητικὸν εἶναι βέλτιον ἢ τὸ μή· ὁ μὲν οὖν φιλῶν εὐποιητικός, φιλεῖ, ὁ δὲ φιλούμενος, φιλεῖται, οὔ.
另外,具有施惠性比不具有更好;因此,爱者具有施惠性,因为他爱,而被爱者则是被爱,而非[施惠]。
§2.11.38— ἀλλʼ οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπεροχήν τινα εἶναι· ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγεται.
但是,人们因爱幕荣誉而更希望被爱而非去爱,因为在被爱中存在着某种优越性;因为被爱者总是在快乐、富足或德性上胜出,而爱幕荣誉的人渴望这种优越性。
§2.11.39καὶ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν οἱ ἐν ὑπεροχῇ ὄντες· ἀντιδιδόναι γὰρ ἐν οἷς ὑπερέχουσιν τοῖς φιλοῦσιν αὐτούς.
而处于优越地位的人并不认为自己应当去爱;因为他们在自己占优的事物上,向爱他们的人做出回报。
ἔτι δὲ καὶ ἥττους αὐτῶν εἰσίν· διὸ οὐκ οἴονται δεῖν φιλεῖν ἀλλὰ φιλεῖσθαι.
此外,[爱他们的人]也逊于他们;所以他们认为自己不应当去爱,而应当被爱。
ὁ δʼ ἐνδεὴς χρημάτων ἢ ἡδονῶν ἢ ἀρετῆς θαυμάζει τὸν ὑπερέχονται τούτοις, καὶ φιλεῖ διὰ τὸ τούτων ἢ τυγχάνειν ἢ οἴεσθαι τεύξεσθαι.
相反,在金钱、快乐或德性上匮乏的人,仰慕在这些方面胜出的人,并因已经获得或认为将会获得这些东西而爱对方。
§2.11.40εἰσὶν δὲ καὶ τοιαῦται φιλίαι ἐξ ὁμοιοπαθείας, ἐκ τοῦ τἀγαθὸν βούλεσθαί τινι εἶναι.
也有由于同感、由于希望某人获得善而产生的此类友谊。
οὐκ ἔστιν δὲ ἡ ἐπὶ τούτων γινομένη φιλία πάντα ταῦτα ἔχουσα· πολλάκις γὰρ ἄλλῳ μὲν εἶναι βουλόμεθα τἀγαθά, συζῆν μέντοι μετʼ ἄλλου.
但在这类情况下产生的友谊并不具备所有这些特征;因为我们常常希望某人获得善,然而却希望与另一个人共同生活。
§2.11.41ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατʼ ἀρετὴν πάθη;
但这些应当说是属于友谊,还是属于根据德性的完全友谊的性质?
ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει· καὶ γὰρ συζῆν μετʼ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθʼ ἂν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.
因为在那样的友谊中,所有这些都存在;因为我们确实不愿与任何其他人共同生活(因为快乐、有益以及德性都属于优秀的人),而且我们最希望这个人获得善,最希望这个人而不是任何其他人去生活且生活得好。
§2.11.42πότερον δʼ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δʼ ἐροῦμεν.
至于一个人是否也存在对自己[友谊],或者存在,现在且先搁下,我们以后再说。
πάντα δὲ βουλόμεθα ἡμῖν αὐτοῖς· καὶ γὰρ συζῆν μεθʼ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦτο καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀγαθόν, οὐκ ἄλλῳ τινί.
而我们把所有这些都愿望给自己;因为我们确实希望与自己共同生活(也许这也是必然的),并且希望自己生活得好、生活下去、并愿望自己获得善,而不是为了任何其他人。
§2.11.43ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν τοιούτων, εὐθὺς λυπούμεθα.
而且,我们最与自己同感;因为如果我们跌倒或遭遇其他此类事情,我们立刻会感到痛苦。
διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.
因此,这样看来,一个人对自己似乎存在着友谊。
§2.11.44τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς φιλίαν ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βούλεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.
因此,此类事物,例如同感、生活得好以及其他事物,我们要么是将其归结为对我们自己的友谊而谈论,要么是归结为完全的友谊;因为在这两者中,所有这些都存在;因为共同生活、希望存在、生活得好以及所有其他事物,都存在于这些友谊之中。