§2.11.13ἀλλʼ οὐκ ἔσται γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία.
然而,此种友谊确实不是根据“可爱的”而存在的。
φιλητὸν γὰρ ἦν τἀγαθὸν, ὁ δὲ φαῦλος οὐ φιλητός· οὐ γὰρ ἀλλὰ κατὰ τὸ φιλητέον·
因为“可爱的”曾是善,而卑劣的人并不是可爱的;不,相反是根据“应爱的”。
εἰσὶν γὰρ ἀπὸ τῆς παντελοῦς φιλίας, τῆς ἐν τοῖς σπουδαίοις, καὶ αὗται αἱ φιλίαι, ἥ τε κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον.
因为甚至这些友谊,即根据快乐的友谊和根据有益的友谊,也是从优秀者之间的完全友谊中派生出来的。
§2.11.14— ὁ οὖν κατὰ τὸ ἡδὺ φιλῶν οὐ φιλεῖ τὴν κατὰ τὸ ἀγαθὸν φιλίαν, οὐδὲ ὁ κατὰ τὸ συμφέρον· §2.11.15εἰσὶν δὲ καὶ αἱ φιλίαι αὗται, ἥ τε κατὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον, οὐχ αἱ αὐταὶ μέν, οὐ παντελῶς δὲ οὐδὲ ἀλλότριαι ἀλλήλων, ἀλλʼ ἀπὸ ταὐτοῦ πως ἠρτημέναι εἰσίν.
—— 那么,为了快乐而爱的人,并不是根据基于善的友谊在爱,为了有益而爱的人也同样不是;但这些友谊,即根据善的、根据快乐的和根据有益的,确实也是存在的,它们虽不相同,但也绝非完全互不相干,而是在某种程度上悬挂于(依赖于)同一事物。
οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην· ταῦτα οὐχ ὁμοίως λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δʼ ἄνθρωπος τῷ ποιητικὸς εἶναι ὑγιείας, ἡ δʼ ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.
例如,我们说“医学的”手术刀、“医学的”人(医生)以及“医学的”知识(医术);这些并不是以同样的方式被称呼的,而是手术刀因对医学有用而被称作“医学的”,人因能产生健康而被称作“医学的”,而知识则因是原因和原理而被称作“医学的”。
§2.11.16ὁμοίως δὲ καὶ αἱ φιλίαι οὐχ ὡσαύτως, ἥ τε τῶν σπουδαίων ἡ διὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον.
同样,各种友谊也并非以相同的方式存在,无论是优秀者之间因善而起的友谊,还是根据快乐的友谊,或者是根据有益的友谊。
οὐδὲ δὴ ὁμωνύμως λέγονται, ἀλλʼ οὐκ εἰσὶν μὲν αἱ αὐταί, περὶ ταὐτὰ δέ πως καὶ ἐκ τῶν αὐτῶν εἰσίν.
它们确实也不是同音异义地被称呼的,虽然它们并非相同,但它们在某种程度上围绕着相同的事物并从相同的事物中产生。
§2.11.17εἰ δή τις λέγοι “ὁ κατὰ τὸ ἡδὺ φιλῶν οὐκ ἔστιν φίλος τούτῳ· οὐ γὰρ κατὰ τὸ ἀγαθὸν φίλος ἐστίν”, βαδίζει ὁ τοιοῦτος ἐπὶ τὴν τῶν σπουδαίων φιλίαν, τὴν ἐξ ἇπάντων τούτων οὖσαν, καὶ ἐκ τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἡδέος καὶ ἐκ τοῦ συμφέροντος, ὥστʼ ἀληθῶς οὐκ ἔστιν [κατʼ] ἐκείνην γε τὴν φιλέαν φίλος, ἀλλὰ τὴν κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ συμφέρον.
如果有人说“为了快乐而爱的人对这人来说并不是朋友;因为他并不是根据善而成为朋友的”,这样的人就是在走向优秀者之间的友谊,那种由所有这些(即由善、快乐和有益)组成的友谊,以至于在真实情况下,他确实不是在那种友谊的层面上成为朋友,而是在根据快乐或根据有益的友谊层面上。
§2.11.18πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ οὔ;
那么,优秀的人会是优秀的人的朋友吗,还是不?
οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου.
因为有人说,“相似者完全不需要相似者”。
ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν· ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.
此种论证实际上是在寻求根据有益的友谊;因为在一方需要另一方的层面上,他们以此种方式成为朋友,是处于根据有益的友谊之中。
§2.11.19ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατʼ ἁρετὴν καὶ ἡδονήν.
然而,根据有益的友谊已被界定为不同于根据德性和快乐的友谊。
εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον.
而且这些[优秀的人]之间当然更容易得多;因为一切(善、快乐和有益)都属于他们。
ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ· §2.11.20γὰρ ἴσως ἡδύς, ταύτῃ καὶ φίλος.
但优秀的人对卑劣的人也是[可以成为朋友的];因为[在卑劣者]也许是快乐的[层面上],他在这一层面上也是朋友。
καὶ ὁ φαῦλός γε τῷ φαύλῳ· γὰρ ἴσως τὸ αὐτὸ αὐτοῖς συμφέρει, ταύτῃ φίλοι.
而卑劣的人对卑劣的人也是[可以成为朋友的];因为[在]也许同样的事情对他们有益的[层面上],他们在这一层面上是朋友。
ὁρῶμεν γὰρ τοῦτο γινόμενον, ὅταν τὸ αὐτὸ ᾖ τὸ συμφέρον, φίλους τούτους διὰ τὸ συμφέρον, ὥστʼ οὐδὲν κωλύσει καὶ φαύλοις οὖσιν ταὐτόν τι συμφέρειν.
因为我们看到这在发生,当同样的事情是有益的时,他们因有益而成为朋友,因此没有什么能妨碍同样的事情对身为卑劣的人也有益。
§2.11.21βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν τοῖς σπουδαίοις φιλία, ἡ κατʼ ἀρετὴν καὶ τἀγαθὸν οὖσα, εἰκότως.
因此,最强固、最持久、最美丽的当然是优秀者之间的友谊,即根据德性和善而存在的友谊,这是理所当然的。
ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, διʼ ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν· διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει· §2.11.22ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν.
因为作为该友谊之因的德性是不可改变的,所以此种友谊是不可改变的也是理所当然的,但有益却绝非一成不变;因此因有益而起的友谊并不强固,而是随着有益一起改变;根据快乐的友谊也同样如此。
ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατʼ ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.
因此,最优秀之人的友谊是根据德性产生的,而大众的友谊则是根据有益,根据快乐的友谊则存在于粗俗和庸俗的人们之中。
§2.11.23συμβαίνει δὲ καὶ ἀγανακνεῖν, ὁταν φαύλοις ἐν??χωσιν τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον.
而且,当人们发现朋友是卑劣的人时,也会感到愤慨并感到惊异;但这并没有什么荒谬之处。
ὕταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, διʼ ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτʼ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.
因为当友谊以快乐或有益为其赖以成为朋友的原理时,一旦这些东西消失,友谊也就同时不复存在了。