§1.34.24εἰσὶ δὲ δὴ καὶ ἔθει καὶ προαιρέσει.
确实也有通过习惯和选择而产生的德性。
αἱ δὲ δὴ μετὰ λόγου οὖσαι τελέως ἀρεταί εἰσιν ἐπαινεταὶ ἐπιγινόμεναι.
而伴随着理性的德性则是完全的、值得赞美且后天产生的德性。
ἔστιν οὖν ἡ φυσικὴ ἀρετὴ αὕτη ἡ ἄνευ λόγου χωριζομένη μὲν τοῦ λόγου μικρὰ καὶ ἀπολειπομένη τοῦ ἐπαινεῖσθαι, πρὸς δὲ τὸν λόγον καὶ τὴν προαίρεσιν προστιθεμένη τελείαν ποιεῖ τὴν ἀρετήν.
因此,这种没有理性的自然德性,在与理性分离时是微不足道的,不值得赞美,但当它与理性及选择结合时,便使德性变得完全。
διὸ καὶ συνεργεῖ τῷ λόγῳ καὶ οὐκ ἔστιν ἄνευ τοῦ λόγου ἡ φυσικὴ ὁρμὴ πρὸς ἀρετήν.
所以,趋向德性的自然冲动也协助着理性,且不能脱离理性而存在。
§1.34.25οὐδʼ αὖ ὁ λόγος καὶ ἡ προαίρεσις οὐ πάνυ τελειοῦται τῷ εἶναι ἀρετὴ ἄνευ τῆς φυσικῆς ὁρμῆς.
反之,如果没有自然冲动,理性与选择在作为德性上也就完全不健全。
διὸ οὐκ ὀρθῶς Σωκράτης ἔλεγεν, φάσκων εἶναι τὴν ἀρετὴν λόγον· οὐδὲν γὰρ ὄφελος εἶναι πράττειν τὰ ἀνδρεῖα καὶ τὰ δίκαια, μὴ εἰδότα καὶ προαιρούμενον τῷ λόγῳ.
因此,苏格拉底主张德性是理性,这是不对的;因为他认为,在不理解且不用理性选择的情况下,去实践勇敢和正义的事物是毫无益处的。
διὸ τὴν ἀρετὴν ἔφη λόγον εἶναι, οὐκ ὀρθῶς, ἀλλʼ οἱ νῶν βέλτιον· τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον πράττειν τὰ καλὰ, τοῦτό φασιν εἶναι ἀρετήν·
因此,他说德性是理性,这是不对的,而现在的学者们说得更好;因为他们说,按照正确的理性去实践美德,这就是德性。
§1.34.26ἀρθῶς μὲν οὐδʼ οὗτοι.
然而,这些人说得也不完全正确。
πράξαι μὲν γὰρ ἄν τις τὰ δίκαια προαιρέσει μὲν οὐδεμιᾷ, οὐδὲ γνώσει τῶν καλῶν, ἀλλʼ ὁρμῆ τινι ἀλόγῳ, ὀρθῶς δὲ ταῦτα καὶ κατὰ τὸν ὀρθὸν λόγον (λέγω δέ, ὡς ἂν ὁ λόγος ὁ ὀρθὸς κελεύσειεν, οὕτως ἔπραξεν)· ἀλλ᾿ ὅμως ἡ τοιαύτη πρᾶξις οὐκ ἔχει τὸ ἐπαινετόν.
因为一个人可能会在毫无选择、对美德毫无认知的情况下,仅凭某种无理性的冲动去实践正义的事物,并且这些行为是正确的,且符合正确的理性(我的意思是,他的行为方式恰好如正确的理性所命令的那样);然而,这样的行为并不具有值得赞美的性质。
ἀλλὰ βέλτιον, ὡς ἡμεῖς ἀφορίζομεν, τὸ μετὰ λόγου εἶναι τὴν ὁρμὴν πρὸς τὸ καλόν· τὸ γὰρ τοιοῦτον καὶ ἀρετὴ καὶ ἐπαινετόν.
相反,正如我们所界定的,更好的情况是,趋向美德的冲动应该伴随着理性;因为这样的状态既是德性,也是值得赞美的。
§1.34.27πότερον δ᾽ ἐστὶν ἡ φρόνησις ἀρετὴ ἢ οὔ, ἀπορήσειεν ἄντις.
至于明智是一项德性还是不是,人们可能会产生疑问。
οὐ μὴν ἀλλʼ ἐντεῦθεν ἂν γένοιτο δῆλον ὅτι ἀρετή.
然而,从以下几点可以清楚地看出它是一项德性。
εἴπερ γὰρ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία κε αἱ ἄλλαι ἀρεταί, διότι τῶν καλῶν πρακτικαί, καὶ ἐπαινεταὶ εἰσίν, δῆλον ὡς καὶ ἡ φρόνησις τῶν ἐπαινετῶν ἄν τι εἴη καὶ τῶν ἐν ἀρετῆς τάξει ὄντων.
因为,如果正义、勇敢以及其他德性因为能实践美德而值得赞美,那么显而易见,明智也属于值得赞美之物,并且属于德性之列。
ἐφʼ ἃ γὰρ ἡ ἀνδρεία ὁρμᾷ πράττειν, ἐπὶ ταῦτα καὶ ἡ φρόνησις.
因为勇敢所冲动去实践的事物,也正是明智所趋向的。
τὸ γὰρ ὅλον ὡς ἂν αὕτη προστάττῃ, οὕτω καὶ ἡ ἀνδρεία πράττει, ὥστε εἰ αὐτὴ ἐπαινετὴ τῷ ποιεῖν ἃ ἂν ἡ φρόνησις προστάττῃ, ἥ γε φρόνησις τελείως ἂν εἴη καὶ ἐπαινετὴ καὶ ἀρετῶ.
因为总的来说,正如明智所命令的那样,勇敢也同样去实践,所以如果勇敢因实践明智所命令的事物而值得赞美,那么明智本身就绝对是值得赞美的,且是一项德性。
§1.34.28πότερον δ᾽ ἐστὶν ἡ φρόνησις πρακτικὴ ἢ οὔ, ἴδοι ἄν τις ἐντεῦθεν, ἐπὶ τὰς ἐπιστήμας ἐπιβλέψας, οἷον ἐπὶ τὴν οἰκοδομικήν.
至于明智是否具有实践性,人们可以通过观察各门科学(例如建筑术)从以下方面看出来。
ἔστιν γάρ, ὡς φαμέν, ἐν οἰκοδομικᾖ ὃ μὲν ἀρχιπέκτων τις καλούμενος, ὃ δὲ ὑπηρετῶν τούτῳ οἰκοδόμος·
因为正如我们所说,在建筑术中,一方是被称为总监的人,另一方是服务于他的建筑工;而后者是房屋的建造者。
οὗτος δʼ ἐστὶν ποιητικὸς οἰκίας.
但是总监,在建筑工建造房屋的范围内,也是房屋的建造者。
ἐστὶν δὲ καὶ ὁ ἀρχιτέκτων, καθὸ οὗτος ἐποίει οἰκίαν, ποιητικὸς οἰκίας. ὁμοίως δὲ ἐπὶ τῶν ἄλλων τῶν ποιητικῶν ἔχει, ἐν αἷς ἔστιν ἀρχιτέκτων καὶ ὑπηρέτης τούτου.
在其他存在着总监及其助手的制作性科学中也是如此。
ποιητικὸς ἄρα τινὸς καὶ ὁ ἀρχιτέτων ἔσται, καὶ τοῦ αὐτοῦ τούτου 〈οὗ〉 ποιητικὸς καὶ ὁ ὑπηρετικός.
因此,总监也将是某物的建造者,并且也是助手所建造的这同一事物的建造者。
§1.34.29εἰ τοίνυν ὁμοίως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὅπερ εἰκὸς καὶ εὔλογον, καὶ ἡ φρόνησις ἂν εἴη πρακτική.
因此,如果德性的情况也是如此(这是自然且合乎情理的),那么明智也将是具有实践性的。
αἱ γὰρ ἀρεταὶ πᾶσαι πρακτικαὶ εἰσίν, ἡ δὲ φρόνησις ὥσπερ ἀρχιτέκτων τις αὐτῶν ἐστίν· ὅπως γὰρ αὕτη προστάξει, οὕτως αἱ ἀρεταὶ καὶ οἳ κατʼ αὐτὰς πράττουσιν· ἐπεὶ οὖν αἱ ἀρεταὶ πρακτικαί, καὶ ἡ φρόνησις πρακτικὴ ἂν εἴη.
因为所有的德性都是具有实践性的,而明智则是它们的首脑;因为正如明智所命令的那样,德性以及按照德性实践的人们也同样去实践;既然德性是具有实践性的,那么明智也应当是具有实践性的。
§1.34.30πότερον δὲ αὕτη πάντων ἄρχει τῶν ἐν τῇ ψυχῇ, ὥσπερ δοκεῖ καὶ ἀπορεῖται;
那么,这一明智是否如人们所认为且存疑的那样,主宰着灵魂中的一切?
ἢ οὔ;
还是不?
τῶν γὰρ βελτιόνων οὐκ ἂν δόξειεν, οἷον τῆς σοφίας οὐκ ἄρχει.
因为它似乎并不主宰那些更优越的事物,例如,它并不主宰智慧。
ἀλλά, φησίν, αὕτη ἐπιμελεῖται πάντων, καὶ κυρία ἐστὶ προστάττουσα.
但是有人会说,它关照着一切,并且在发布命令上具有主权。
§1.34.31ἀλλʼ ἴσως ἔχει ὥσπερ ἐν οἰκίᾳ ὁ ἐπίτροπος.
但这或许就像家中的管家。
οὗτος γὰρ πάντων κύριος καὶ πάντα διοικεῖ ἀλλʼ οὔπω οὗτος ἄρχει πάντων, ἀλλὰ παρασκευάζει τῷ δεσπότῃ σχολήν, ὅπως ἂν ἐκεῖνος μὴ κωλυόμενος ὑπὸ τῶν ἀναγκαίων ἐκκλείηται τοῦ τῶν καλῶν τι καὶ προσηκόντων πράττειν.
因为管家拥有一切的主权并管理着一切;但因此他并不主宰所有人,而是为主人创造闲暇,以便主人不被琐事所阻碍,从而不至于被排斥在实践高贵和合宜的事物之外。
§1.34.32οὕτω καὶ ὁμοίως τούτῳ ἡ φρόνησις ὥσπερ ἐπίτροπός τίς ἐστι τῆς σοφίας, καὶ παρασκευάζει ταύτῃ σχολὴν καὶ τὸ ποιεῖν τὸ αὐτῆς ἔργον, κατέχουσα τὰ πάθη καὶ ταῦτα σωφρονίζουσα.
以此种方式且与此相似,明智就像是智慧的某种管家,通过控制并克制这些情感,为智慧创造闲暇并使其得以履行自身的职责。