Humanitext Reader

亚里士多德 · 大伦理学 §1.9.1-1.9.11

中道之对立面与美德的自愿性

第 11 段,共 71 段 · 希腊语

内容简介

本节探讨了在过度和不足中哪一个更对立于作为中间状态的美德,并指出了成为优秀之人的困难。此外,作者反驳了苏格拉底的观点,论证了美德与恶德是出于自愿并取决于我们自身的。

§1.9.1μετὰ τοίνυν τοῦτο. ἀναγκαῖόν ἐστιν ἴσως ῥηθῆναι τί τῇ μεσότητι ἀντίκειται, πότερον ἡ ὑπερβολὴ ἡ ἔνδεια.
那么,在此之后,或许有必要说明什么与中间状态相对立,是过度还是不足。
ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ᾿ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ᾿ ἡ ἀκολασία οὖσα ὑπερβολή.
因为对某些中间状态而言,不足是相反的,而对另一些而言,过度是相反的;例如对勇敢而言,相反的不是作为过度的鲁莽,而是作为不足的懦弱;而对作为在享乐方面放纵与无感觉之间的中间状态的节制而言,作为不足的无感觉似乎并不与之相反,相反的是作为过度的放纵。
§1.9.2ἔστι δ᾿ ἀμφότερα ἐναντία τῇ μεσότητι, καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔνδεια· ἡ γὰρ μεσότης τῆς μὲν ὑπερβολῆς ἐνδεέστερον, τῆς δ᾿ ἐνδείας ὑπερβάλλον.
但两者都与中间状态相反,无论是过度还是不足;因为中间状态相对于过度而言是不足的,而相对于不足而言则是过度的。
διὸ καὶ οἱ μὲν ἄσωτοι τοὺς ἐλευθερίους ἀνελευθέρους φασὶν εἶναι, οἱ δ᾿ ἀνελεύθεροι τοὺς ἐλευθερίους ἀσώτους, καὶ οἱ μὲν θρασεῖς καὶ προπετεῖς τοὺς ἀνδρείους καλοῦσι δειλούς, οἱ δὲ δειλοὶ τοὺς ἀνδρείους προπετεῖς καὶ μαινομένους.
因此,挥霍者说大方的人是吝啬的,而吝啬的人说大方的人是挥霍的,鲁莽和急躁的人称勇敢的人为懦夫,而懦夫则称勇敢的人为急躁和疯狂。
§1.9.3διὰ δὴ δύο αἰτίας δόζαιμεν ἂν ἀντιτιθέναι τῇ μεσότητι τὴν ὑπερβολὴν καὶ τὴν ἔνδειαν.
事实上,由于两个原因,我们似乎会将过度或不足与中间状态对立起来。
ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος σκοποῦσιν πότερον ἐγγύτερόν ἐστι τοῦ μέσου ἢ πορρώτερον, οἷον ἐλευθεριότητι πότερον ἀσωτία ἢ ἀνελευθερία πορρώτερον.
因为人们要么从事情本身来考察哪一个更接近中间,或者哪一个更远离中间,例如对于大方而言,究竟是挥霍更远离,还是吝啬更远离。
μᾶλλον γὰρ ἂν δόξειεν ἐλευθεριότης ἡ ἀσωτία ἢ ἡ ἀνελευθερία· πορρώτερον ἄρα ἡ ἀνελευθερία.
因为挥霍似乎比吝啬更像大方;因此吝啬更远离。
§1.9.4τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι.
而那些距离中间更远的事物,似乎更相反。
ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ.
那么,从事情本身来看,不足显得更相反;但也有另一种方式,即我们天生更容易倾向于哪些事物,这些事物就更相反于中间。
οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμιοι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύκαμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιότητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.
例如,我们天生更容易放纵而不是规矩;因此,倾向更多地发生在我们的天性所向的事物上;而我们更多倾注的事物,这些事物也更相反;我们对放纵的倾注多于对规矩的倾注;因此,过度更相反于中间;因为放纵是节制的过度。
§1.9.5ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται (μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι· §1.9.6ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῷ, τὸ δὲ μέσως ἔχειν χαλεπόν· ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χαλεπόν, καθ᾿ ὃ ἐπαινούμεθα· διὸ καὶ σπάνιον τὸ σπουδαῖον)· §1.9.7ἐπεὶ δ᾿ οὖν ὑπὲρ ἀρετῆς εἴρηται**, μετὰ τοῦτ᾿ ἂν εἴη σκεπτέον πότερον δυνατὴ παραγενέσθαι ἢ οὔ, ἀλλ᾿ ὥσπερ Σωκράτης ἔφη, οὐκ ἐφ᾿ ἡμῖν τὸ σπουδαίους εἶναι ἢ φαύλους.
因此,美德是什么已经得到了考察(因为它似乎是情感的某种中间状态,所以凡是打算在品格上获得好评的人,都必须保持每种情感的中间状态;因此,成为优秀的人也是一件难事;因为在每种情况中把握中间都是一件难事,正如画一个圆是每个人都能做到的,但要找出其中的中心却很困难;同样,发怒是容易的,其反面也是容易的,但保持中间状态却是困难的;简而言之,在每种情感中都可以看到,包含中间的事物是容易的,而我们因此受到赞扬的中间状态却是困难的;因此,优秀的人也是罕见的);既然关于美德已经谈过了,那么在此之后就应当考察,美德是否能够产生,还是像苏格拉底所说,成为优秀的还是卑劣的人并不取决于我们。
εἰ γάρ τις, φησίν, ἐρωτήσειεν ὁντιναοῦν πότερον ἂν βούλοιτο δίκαιος εἶναι ἢ ἄδικος, οὐθεὶς ἂν ἕλοιτο τὴν ἀδικίαν.
因为他说,如果有人问任何一个人,他是希望成为公正的人还是不公正的人,没有人会选择不公正。
§1.9.8ὁμοίως δ᾿ ἐπ᾿ ἀνδρείας καὶ δειλίας καὶ τῶν ἄλλων ἀρετῶν ἀεὶ ὡσαύτως.
同样地,对于勇敢和懦弱以及其他美德,情况也总是如此。
δῆλον δ᾿ ὡς εἰ φαῦλοί τινες εἰσίν, οὐκ ἂν ἑκόντες εἴησαν φαῦλοι· ὥστε δῆλον ὅτι οὐδὲ σπουδαῖοι.
显而易见,如果有某些卑劣的人,他们不会是自愿成为卑劣的;因此显而易见,他们也不是自愿成为优秀的。
§1.9.9— ὁ δὴ τοιοῦτος λόγος οὐκ ἔστιν ἀληθής.
然而,这种说法并不真实。
διὰ τί γὰρ ὁ νομοθέτης οὐκ ἐᾷ τὰ φαῦλα πράττειν, τὰ δὲ καλὰ καὶ σπουδαῖα κελεύει;
因为立法者为什么不准许做卑劣的事,却命令做美好和优秀的事呢?
καὶ ἐπὶ μὲν τοῖς φαύλοις ζημίαν τάττει, ἂν πράττῃ, ἐπὶ δὲ τοῖς καλοῖς, ἂν μὴ πράττῃ;
并且对于卑劣的事,如果做了就制定处罚,而对于美的事,如果不做就(制定处罚)呢?
καίτοι ἄτοπος ἂν εἴη ταῦτα νομοθετῶν, ἃ μὴ ἐφ᾿ ἡμῖν ἐστι πράττειν.
然而,如果他为这些不取决于我们去做的事情立法,他将是荒谬的。
§1.9.10ἀλλ᾿ ὡς ἔοικεν, ἐφ᾿ ἡμῖν τὸ σπουδαίοις εἶναι καὶ τὸ φαύλοις.
但是,正如所显现的那样,成为优秀的和成为卑劣的都取决于我们。
— ἔτι δὲ μαρτυροῦσιν οἵ τ᾿ ἔπαινοι καὶ οἱ ψόγοι γινόμενοι.
此外,所给予的赞扬和指责也证明了这一点。
ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κακίᾳ ψόγος· ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις· ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ᾿ ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι πράττειν καὶ τὰ φαῦλα.
因为对于美德有赞扬,而对于恶德有指责;赞扬和指责并不针对非自愿的事物;所以显而易见,同样地,做优秀的事和卑劣的事都取决于我们。
§1.9.11— ἔλεγον δὲ καὶ τοιαύτην τινὰ παραβολὴν, βουλόμενοι δεικνύναι ὅτι οὐχ ἑκούσιον.
他们还讲过这样一个比喻,试图以此表明这不是自愿的。
διὰ τί γάρ, φασίν, ὅταν νοσῶμεν ἢ αἰσχροὶ ὦμεν, οὐδεὶς ψέγει τοὺς τοιούτους;
因为他们说,当我们生病或丑陋时,为什么没有人指责这样的人呢?
τὸ δ᾿ οὐκ ἀληθές· ψέγομεν γὰρ καὶ τοὺς τοιούτους, ὅταν αὐτοὺς οἰηθῶμεν αἰτίους εἶναι τοῦ νοσεῖν ἢ τοῦ κακῶς ἔχειν τὸ σῶμα, ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον.
但这并不真实;因为当我们认为他们自己是生病或身体状况不佳的原因时,我们甚至也会指责这样的人,理由是这里也存在着自愿。
ἔοικεν οὖν ἐν τῷ κατ᾿ ἀρετὴν καὶ κακίαν εἶναι τὸ ἑκούσιον.
因此,在美德和恶德的状况中,似乎存在着自愿。

词汇与语法注释

  1. 1.9.1τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς — 与格 `τῇ ... σωφροσύνῃ` 作为依赖于 `οὐ δοκεῖ` 的不定式从句中 `ἐναντίον` 的对象。分词短语 `μεσότητι οὔσῃ` 与 `σωφροσύνῃ` 一致,而属格短语 `ἀκολασίας καὶ ἀναισθησίας` 则是依赖于名词 `μεσότητι`(中间)的关系属格。
  2. 1.9.3δόξαιμεν ἂν — 第一人称复数希求语气加上助词 `ἄν` 表示潜在可能性(“我们似乎会”),这是古希腊语中用于缓和语气、进行推测或委婉陈述的标准用法。
  3. 1.9.6κύκλον μὲν γράψαι παντὸς ἐστί — 属格 `παντός` 与系动词 `ἐστί` 连用,表示所有或特征属格,意为“是每个人的能力范围”或“属于每个人”。不定式 `γράψαι` 作为主语。
  4. 1.9.11ὡς ὃν καὶ ἐνταῦθα τὸ ἑκούσιον — 连接词 `ὡς` 与存在动词分词 `ὄν`(中性主格或宾格)结合,构成表示主观原因或假设的分词结构,意为“基于这里也有自愿成分的理由”。

引用这一段

亚里士多德, 大伦理学 §1.9.1-1.9.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.9.1-1.9.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。