§1.8.1ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πάντων.
对于其他所有事物也是如此。
τοῦτο γάρ ἐστι τῆς ἕξεως, τὸ εὖ ἢ κακῶς πρὸς ταῦτα ἔχειν, τὸ δ᾿ εὖ ἔχειν πρὸς ταῦτ᾿ ἐστὶν τὸ μήτε πρὸς τὴν ὑπερβολἦν ἔχειν μήτε πρὸς τὴν ἔνδειαν·
因为这就是状态的特征,即对这些情感持有好或坏的态度;而对这些情感持有好的态度,就是既不偏向过度,也不偏向不足。
§1.8.2πρὸς μεσότητα ἄρα τῶν τοιούτων καθ᾿ ἃ ἐπαινετοὶ λεγόμεθα ἡ ἕξις ἐστὶ τοῦ εὖ ἔχειν, τοῦ δὲ κακῶς πρὸς ὑπερβολὴν καὶ ἔνδειαν.
因此,凭借其我们被称为值得赞扬的、朝向这类事物中间状态的,就是持好态度的状态;而持坏态度的状态则是朝向过度和不足。
ἐπεὶ τοίνυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς· ἡ ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.
既然美德是这些情感的中间状态,而情感要么是痛苦、要么是快乐,要么不无痛苦与快乐,那么美德是关于痛苦与快乐的,这也从这里变得很明显。
§1.8.3ἔστι δὲ καὶ ἄλλα πάθη, ὡς δόξειεν ἄν τινι, ἐφ' ὧν ἡ κακία οὐκ ἔστιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει τινί, οἷον μοιχεία καὶ ὁ μοιχός· οὐκ ἔστιν οὗτος ὁ μᾶλλον τὰς ἐλευθέρας διαφθείρων.
但正如某人可能认为的那样,也有其他情感,在这些情感中,恶德并不在于某种过度和不足,例如通奸和通奸者;后者并不是指那个更多地勾引自由女性的人。
ἀλλὰ καὶ τοῦτο, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστίν, ὃ περιέχεται ἡδονῇ τῇ κατ᾿ ἀκολασίαν, ἢ καὶ ὃ ἐν ἐλλείψει καὶ ὃ ἐν ὑπερβολῇ τὸ ψεκτὸν ἔχει.
相反,无论这还是任何其他此类事物,都包含在伴随着放纵的快乐中,或者说,它本身就在不足或过度中带有应受谴责的性质。