§1.34.14ἡ δὲ σοφία ἐστὶν ἐξ ἐπιστήμης καὶ νσῦ συγκειμένη.
而智慧是由科学和理智组成的。
ἔστιν γὰρ ἡ σοφία καὶ περὶ τὰς ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν ἤδη δεικνύμενα, περὶ ἂ ἡ ἐπιστήμη· μὲν οὖν περὶ τὰς ἀρχάς, τοῦ νοῦ αὐτὴ μετέχει, ῇ δὲ περὶ τὰ μετὰ τὰς ἀρχὰς μετ᾿ ἀποδείξεως ὄντα, τῆς ἐπιστήμης μετέχει· ὥστε δῆλον ὅτι ἡ σοφία ἐστὶν ἔκ τε νοῦ καὶ ἐπισπτήμης συγκειμένη, ὥστʼ εἴη ἂν περὶ ταὐτά, περὶ ἃ καὶ ὁ νοῦς καὶ ἡ ἐπιστήμη.
因为智慧既关乎原理,也关乎已然由原理所证明的事物(即科学所关乎的对象);因此,就其关乎原理而言,它分有着理智;就其关乎原理之后、伴随着论证而存在的事物而言,它分有着科学;所以显而易见,智慧是由理智和科学两者组成的,因此它所关乎的也就是理智和科学所关乎的相同事物。
§1.34.15ἡ δὲ ὑπόληψίς ἐστιν, ὑπὲρ ἀπάντων ἐπαμφοτερίζομεν, πρὸς τὸ καὶ εἶναι ταῦτα οὕτω καὶ μὴ εἶναι.
而信念则是指,对于所有那些既可能如此也可能不如此的事物,我们持两可态度的状态。
§1.34.16πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ;
那么,明智与智慧是同一回事,还是不是?
ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ περὶ τὰ ἐν μεταβολ ὄντα.
因为智慧是关于伴随着论证且始终处于相同状态的事物,而明智则不关于这些,而是关于处于变化之中的事物。
λέγω δὲ οἷον εὐθὺ μὲν ἢ καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα, τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέρει, ἐκείνως δὲ οὐ συμφέρει.
我的意思是说,例如直、弯、凹及此类事物始终是其所是,而有益的事物则不再具有不向他物转化的性质,而是会发生变化,此时这有益,明日则不然,对这个人有益,对那个人则不然,以此种方式有益,以彼种方式则不便。
περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ 1197b φρόνησις, ἡ δὲ σοφία οὔ.
而明智是关于有益之物的,智慧则不然。
ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.
因此,智慧与明智是不同的。
§1.34.17πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ;
那么,智慧是一项德性,还是不是?
διὰ τοῦτο δῆλον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως.
它是一项德性,这从明智本身就可以变得明晰。
εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.
因为,正如我们所说,如果明智是拥有理性的两个部分中较下位那一部分的德性,且明智比智慧更低下(因为它关乎更低下的事物;因为正如我们所说,智慧是关于永恒和神圣之物的,而明智则是关于对人类有益之物的),如果更低下的事物是一项德性,那么更优越的事物自然也是一项德性,由此可见智慧是一项德性。
§1.34.18καὶ ἡ φρόνησις, περὶ τὰ πρακτά.
而且,明智也是关于可实践之物的。
ὁ γὰρ συνετός που λέγεται τῷ δυνατὸς βουλεύεσθαι 〈εἶναι〉 καὶ ἐν τῷ ὀρθῶς τι κρῖναι καὶ ἰδεῖν· περὶ μικρῶν δὲ καὶ ἐν μικροῖς ἡ κρίσις αὐτοῦ.
因为所谓有理解力的人,大概是因为能够进行规划,以及在于能正确地判断和审视某事而被如此称呼的;但他的判断是关于琐碎之事且在琐碎之物中的。
ἔστιν οὖν ἡ σύνεσις καὶ ὁ συνετὸς μέρος τι φρονήσεως καὶ τοῦ φρονίμου, καὶ οὐκ ἄνευ τούτων· οὐ γὰρ ἂν χωρίσαις τὸν συνετὸν τοῦ φρονίμου.
因此,理解力及有理解力的人是明智及明智之人的一部分,且不能脱离它们而存在;因为你无法将有理解力的人与明智的人分离开来。
§1.34.19γὰρ δεινότης καὶ ὁ δεινὸς οὐκ ἔστι μὲν οὔτε φρόνησις οὔτε φρόνιμος, ὁ μέντοι φρόνιμος δεινός, διὸ καὶ συνεργεῖ πως τῇ φρονήσει ἡ δεινότης· §1.34.20ἀλλὰ δεινὸς μὲν καὶ ὁ φαῦλος λέγεται, οἷον Μέντωρ δεινὸς μὲν ἐδόκει εἶναι, ἀλλʼ οὐ φρόνιμος ἦν.
因为机敏和机敏的人既不是明智,也不是明智的人,然而明智的人确实是机敏的,因此机敏也在某种程度上协助着明智;但是,连卑劣的人也被称为是机敏的,例如门托尔曾被认为是机敏的,但他并不明智。
τοῦ γὰρ φρονίμου καὶ τῆς 'φρονήσεώς ἐστι τὸ τῶν βελτίστων ἐφίεσθαι καὶ τούτων προαιρετικὸν εἶναι καὶ πρακτικὸν ἀεί, τῆς δὲ δεινότητος καὶ τοῦ δεινοῦ σκέψασθαι ἐκ τίνων ἂν ἕκαστον γένοιτο τῶν πρακτῶν, καὶ τὸ ταῦτα πορίσαι.
因为向往最善的事物,并始终对这些事物具有选择性和实践性,是明智之人及明智的特征;而考察可实践的各项事物通过何种途径可以实现,并予以提供,则是机敏及机敏之人的特征。
δόξειεν ἂν οὖν εἶναι ὁ δεινὸς ἐν τοῖς τοιούτοις τε καὶ περὶ ταῦτα·
因此,机敏的人似乎存在于此类事物之中并且关乎这些事物。
§1.34.21ἀπορήσειε δʼ ἄν τις καὶ θαυμάσειε, διὰ τί ὑπὲρ ἠθῶν λέγοντες καὶ πολιτικῆς τινος πραγματείας ὑπὲρ σοφίας λέγομεν.
但是,人们可能会感到困惑并觉得奇怪,为什么我们在谈论品性和某种政治学探究时,还要谈论智慧。
ὅτι ἴσως γὲ πρῶτον μὲν οὐδʼ ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν.
因为,或许首先,关于它的考察似乎并无不妥,如果它确实如我们所说是一项德性的话。
ἔτι δʼ ἴσως ἐστὶν φιλοσόφου καὶ περὶ τούτων παρεπισκοπεῖν ὅσα ἐν τῷ αὐτῷ τυγχάνουσιν ὄντα.
而且,顺带考察那些恰好存在于同一主体之中的所有事物,或许也属于哲学家的本分。
§1.34.22καὶ ἀναγκαῖον δέ, ἐπεὶ περὶ τῶν ἐν ψυχῇ λέγομεν, περὶ ἀπάντων λέγειν· ἔστι δὲ καὶ ἡ σοφία ἐν ψυχῇ· ὥστε οὐκ ἀλλοτρίως ὑπὲρ ∗∗ψυχῆς ποιούμεθα τοὺς λόγους.
而且这也是必要的,既然我们在谈论灵魂中的事物,就必须谈论它们全部;而智慧也存在于灵魂之中;因此,我们并非不合时宜地对灵魂进行论述。
§1.34.23ὥσπερ δʼ ἔχει ἡ δεινότης πρὸς φρόνησιν, οὕτως δόξειεν ἂν ἔχειν ἐπὶ τῶν ἀρετῶν ἀπασῶν.
而正如机敏对明智的关系一样,在所有德性上似乎也是如此。
λέγω δὲ οἷον εἰσὶν ἀρεταὶ καὶ φύσει ἐν ἑκάστοις ἐγγινόμεναι, οἷον ὁρμαί τινες ἐν ἑκάστῳ ἄνευ λόγου πρὸς τὰ ἀνδρεῖα καὶ τὰ δίκαια καὶ καθʼ ἑκάστην πρὸς τὰ τοιαῦτα·
我的意思是说,例如在每个人身上也存在着由自然而产生的德性,例如在每个人身上,在没有理性的情况下,就存在着趋向勇敢、正义以及对应于每种德性的此类事物的某种冲动;