Humanitext Reader

亚里士多德 · 大伦理学 §1.34.1-1.34.12

正确理性、灵魂的有理性部分与明智的定义

第 40 段,共 71 段 · 希腊语

内容简介

为了阐明什么是正确的理性,文本说明了灵魂中拥有理性的部分分为规划部分和科学部分,并讨论了涉及真理的状态之间的区别,特别是基于制作与实践之分来界定明智并论证其作为德性的性质。

§1.34.1ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις τὰ ὑγιεινὰ προσφέροιτο.
既然关于德性已经作了论述,它们是什么,存在于哪些部分之中,以及关乎什么样的事物,并且关于它们之中的每一个,如果我们按照正确的理性行事就是最善的——那么,如此说来,即说“按照正确的理性行事”,就像如果有人说,如果一个人摄取健康之物,健康就能得到最好的维持一样。
τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά.
这种说法确实是不明晰的;但是人们会对我说:“请弄清楚哪些是健康之物。
§1.34.2οὕτως καὶ ἐπὶ τοῦ λόγου, τί ἐστιν ὁ λόγος καὶ τίς ὁ ὀρθὸς λόγος;
” 对于理性也是如此:什么是理性,什么是正确的理性?
ἀναγκαῖον ἴσως ἐστὶν πρῶτον μέν, ἐν ὁ λόγος ἐγγίνεται, ὑπὲρ τούτου διελέσθαι.
也许首先有必要讨论理性在其中产生的那部分(灵魂)。
§1.34.3διωρίσθη μὲν οὖν ὑπὲρ ψυχῆς ὡς τύπῳ καὶ πρότερον, ὅτι τὸ μὲν αὐτῆς ἐστι λόγον ἔχον, τὸ δὲ ἄλογαν μόριον τῆς ψυχῆς·
因此,关于灵魂,此前也曾粗略地作过规定,即它的一部分是拥有理性的,而另一部分是灵魂中无理性的部分。
ἔστιν δʼ εἰς δύο τὴν διαίρεσιν ἔχον τὸ λόγον ἔχον μόριον τῆς ψυχῆς, ὧν ἐστι τὸ μὲν βουλευτικὸν τὸ δὲ ἐπιστημονικόν.
而拥有理性的灵魂部分又分为两个,其中一个是规划的部分,另一个是科学的部分。
ὅτι δὲ ἕτερα ἀλλήλων ἐστίν, ἐκ τῶν ὑποκειμένων ἂν γένοιτο φανερόν.
至于它们彼此不同,从其所对应的基底事物中可以变得明晰。
§1.34.4ὥσπερ γὰρ δὴ ἕτερά ἐστιν ἀλλήλων χρῶμά τε καὶ χυμὸς καὶ ψόφος καὶ ὀσμή, ὡσαύτως καὶ τὰς αἰσθήσεις ἑτέρας αὐτῶν ἡ φύσις ἀπέδωκεν (ψόφον μὲν γὰρ ἀκοῇ, χυμὸν δὲ γεύσει γνωρίζομεν, χρῶμα δὲ ὄψει), ὁμοίως δὲ καὶ τἄλλο τὸν αὐτὸν τρόπον δεῖ ὑπολαμβάνειν· ἐπεὶ δὴ ἕτερα τὰ ὑποκείμενα ἐστίν, ἕτερα καὶ τὰ τῆς ψυχῆς εἶναι μέρη οἷς ταῦτα γνωρίζομεν.
因为,正如颜色、味道、声音和气味彼此确实不同一样,自然也同样将不同的感觉分配给它们(因为我们通过听觉认识声音,通过味觉认识味道,通过视觉认识颜色),同样,对于其他事物也必须以相同的方式去理解:既然基底事物是不同的,那么我们用以认识它们的灵魂部分也必然是不同的。
§1.34.5ἕτερον δʼ ἔτι τὸ νοητὸν καὶ τὸ αἰσθητόν· ταῦτα δὲ ψυχῇ γνωρίζομεν· ἕτερον ἄῥ ἂν εἴη τὸ μόριον τὸ περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά.
而且,理智思考的对象与感觉的对象是不同的;而我们是通过灵魂来认识这些对象的;因此,关乎感觉对象的灵魂部分与关乎理智思考对象的部分必定是不同的。
τὸ δὲ βουλευτικὸν καὶ προαιρετικὸν περὶ τὰ αἰσθητὰ καὶ ἐν κινήσει καὶ ἀπλῶς ὅσα ἐν γενέσει τε καὶ φθορᾷ ἐστίν.
而规划和选择的部分,则是关乎那些处于运动之中的感觉对象,以及简言之,所有处于生成和消灭之中的事物。
§1.34.6βουλευόμεθα γὰρ ὑπὲρ τούτων ἃ ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι προελομένοις, περὶ ἅ ἐστιν καὶ] βουλὴ καὶ προαίρεσις τοῦ πρᾶξαι ἢ μὴ πρᾶξαι· ταῦτα δʼ ἐστιν αἰσθητὰ καὶ ἐν κινήσει τοῦ μεταβάλλειν· ὥστε τὸ προαιρετικὸν μόριον τῆς ψυχῆς κατὰ τὸν λόγον τῶν αἰσθητῶν ἐστίν.
因为我们在做出选择后,是针对那些做与不做皆取决于我们自身的事物进行规划的,关于这些事物,存在着做与不做的规划和选择;而这些事物是感觉的对象,且处于变化的运动之中;因此,灵魂中做出选择的部分是对应于感觉对象的。
§1.34.7τούτων δὴ διωρισμένων, μετὰ ταῦτα λεκτέον ἂν εἴη, ἐπειδὴ ὑπὲρ τἀληθοῦς ἐστιν ὁ λόγος καὶ τἀληθὲς ὡς ἔχει σκοπούμεθα, ἔστιν δʼ ἐπιστήμη φρόνησις νοῦς σοφία ὑπόληψις, περὶ τί δὴ ἕκαστον τούτων ἐστίν.
既然这些已经作了规定,在此之后就应该说明:既然我们的论述是关于真理的,而我们是在考察真理的实际状态,并且有科学、明智、理智、哲学智慧、信念,那么它们中的每一个究竟是关于什么的。
§1.34.8ἡ μὲν οὖν ἐπιστήμη ἐστὶ περὶ ἐπιστητόν, καὶ τοῦτο μετʼ ἀποδείξεως καὶ λόγου διατεινόμενον, ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵρεσις καὶ φυγὴ καὶ ἐφʼ ἡμῖν ἐστιν πρᾶξαι καὶ μὴ πρᾶξαι.
因此,科学是关于可科学认识之物的,并且这是伴随着论证和理性而展开的;而明智则是关于可实践之物的,在其中有着选择与规避,且做与不做皆取决于我们自身。
§1.34.9ἔστιν δὴ τῶν ποιουμένων καὶ πραττομένων οὐ ταὐτὸ τὸ ποιητικὸν καὶ πρακτικόν.
而在所制作之物和所实践之物中,制作性的和实践性的并不是同一回事。
τῶν μὲν γὰρ ποιητικῶν ἐστί τι παρὰ τὴν ποίησιν ἄλλο τέλος, οἷον παρὰ τὴν οἰκοδομικήν, ἐπειδή ἐστιν ποιητικὴ σἰκίας, οἰκία αὐτῆς τὸ τέλος παρὰ τὴν ποίησιν, ὁμοίως ἐπὶ τεκτονικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν·
因为对于制作性的事物来说,在制作活动本身之外还有某个别的目的;例如,对于建筑术,既然它是房屋的制作活动,房屋就是它在制作之外的目的;在木工术和其他制作性行业中也是如此。
§1.34.10ἐπὶ δὲ τῶν πρακτικῶν οὐκ ἔστιν ἄλλο οὐθὲν τέλος παῥ αὐτὴν τὴν πρᾶξιν, οἷον παρὰ τὸ κιθαρίζειν οὐκ ἔστιν ἄλλο τέλος οὐθέν, ἀλλʼ αὐτὸ τοῦτο τέλος, ἡ ἐνέργεια καὶ ἡ πρᾶξις.
但对于实践性的事物,在实践活动本身之外没有其他任何目的;例如,在弹奏基萨拉琴之外,没有其他任何目的,而是这件事情本身就是目的,即现实活动和实践。
περὶ μὲν οὖν τὴν πρᾶξιν καὶ τὰ πρακτὰ ἡ φρόνησις, περὶ δὲ τὴν ποίησιν καὶ τὰ ποιητὰ ἡ τέχνη· ἐν γὰρ τοῖς ποιητοῖς μᾶλλον ἢ ἐν τοῖς πρακτοῖς ἐστι τὸ τεχνάζειν.
因此,明智是关于实践和可实践之物的,而技术则是关于制作和可制作之物的;因为施展技术更多地是在制作性的事物中,而不是在实践性的事物中。
§1.34.11ὥστε ἡ φρόνησις ἂν εἴη ἕξις τις προαιρετικὴ καὶ πρακτικὴ τῶν ἐφʼ ἡμῖν ὄντων καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, ὅσα εἰς τὸ συμφέρον ἤδη συντείνει.
因此,明智应该是一种具有选择性和实践性的品质,针对那些做与不做皆取决于我们自身、且已然有助于益处的事物。
§1.34.12ἔστιν δʼ ἡ φρόνησις ἀρετή, ὡς δόξειεν ἄν, οὐκ ἐπιστήμη.
而明智是一项德性,如其所显得的那样,而不是一门科学。
ἐπαινετοὶ γάρ εἰσιν οί φρόνιμοι, ὁ δʼ ἔπαινος ἀρετῆς· ἔτι δʼ ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν, φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλʼ ὡς ἔοικεν, αὐτό τί ἐστιν ἀρετή.
因为明智的人是受人赞扬的,而赞扬是针对德性的;此外,虽然每一门科学都有一项德性,但明智却并不拥有一项德性,反而如其所显现的那样,它自身就是一种德性。
ὁ δὲ νοῦς ἐστι περὶ τὰς ἀρχὰς τῶν νοητῶν καὶ τῶν ντων· ἡ μὲν γὰρ ἐπιστήμη τῶν μετʼ ἀποδείξεως ὄντων ἐστίν, αἱ δʼ ἀρχαὶ ἀναπόδεικτοι, ὥστʼ οὐκ ἂν εἴη περὶ τὰς ἀρχὰς ἡ ἐπιστήμη, ἀλλʼ ὁ νοῦς.
而理智则是关乎理智思考之对象和存在之物的原理的;因为科学是关乎伴随着论证而存在之物的,但原理是不可论证的,因此关乎原理的不会是科学,而会是理智。

词汇与语法注释

  1. 1.34.1ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται... — 由 εἴρηται(已论述)引导的 ἐπειδὴ 从句包含了一个 ὅτι 从句,并在 ¦7¦ 的 βέλτιστον 处结束。主句自 τὸ μὲν οὕτως εἰπεῖν(如此说来……)开始,并以 ὅμοιόν ἐστιν(……是相似的)作为谓语。整个句子结构宏大且包含长距离的呼应。
  2. 1.34.2ἐν ὁ λόγος ἐγγίνεται — 抄本中传下来的文字为 ἐν ὁ λόγος,脱失了关系代词 ᾧ,但通常被理解为 ἐν ᾧ ὁ λόγος(理性在其中产生的部分)。这是一个指代灵魂中产生理性的“部分”的关系从句。
  3. 1.34.3ὧν ἐστι τὸ μὲν βουλευτικὸν τὸ δὲ ἐπιστημονικόν — 关系代词 ὧν(在这些之中)是复数属格,但其先行词是紧接在前的单数名词短语 τὸ λόγον ἔχον μόριον τῆς ψυχῆς(拥有理性的灵魂部分)。这是因为作者预料到该部分实际上会被分为两个要素(规划部分和科学部分),从而按意义一致原则使用了复数关系代词。
  4. 1.34.6προελομένοις — 与格分词 προελομένοις(在做出了选择之后)指代意义上的主语“我们”。它与前文中的与格代词 ἡμῖν(取决于我们)在格上保持一致,明确了做出选择的行为主体。

引用这一段

亚里士多德, 大伦理学 §1.34.1-1.34.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.34.1-1.34.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。