Humanitext Reader

亚里士多德 · 大伦理学 §1.33.31-1.33.36

对自己行不义的受限性与分配中的不义

第 39 段,共 71 段 · 希腊语

内容简介

针对人是否可能对自己犯下不正义这一问题,作者论证了从城邦不正义的角度来看这是不可能的,仅在涉及灵魂各部分的家政学意义上才有可能,并进一步探讨了在不公正的分配中,是不公正的分配者还是接受者犯下了不正义。

§1.33.31ἀλλ' ἴσως ἐνταῦθα πάλιν ἀπορήσειεν ἄν τις, ἆρά γε ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν;
但也许在这里,又有人会提出疑问:是否有可能对自己犯下不正义?
ἐκ μὲν δὴ τοῦ ἀκρατοῦς σκοπουμένῳ ἔοικεν ἐνδέχεσθαι.
从自制力薄弱者的角度来考察,似乎是有可能的。
καὶ πάλιν οὕτως. εἰ γὰρ ἃ ὁ νόμος πράττειν τάττει, ταῦτά ἐστιν δίκαια, ὁ μὴ πράττων ταῦτα ἀδικεῖ καὶ εἰ πρὸς ὃν κελεύει πράττειν, πρὸς τοῦτον εἰ μὴ πράττει, τοῦτον ἀδικεῖ, ὁ δὲ νόμος κελεύει σώφρονα εἶναι, οὐσίαν κεκτῆσθαι, σώματος ἐπιμελεῖσθαι, καὶ τἆλλο τὰ τοιαῦτα,· ὁ ἄρα ταῦτα μὴ πράττων ἀδικεῖ αὑτόν.
再次,按以下方式(考虑):因为如果法律命令去做的事是公正的,那么不去做这些事的人就是在犯下不正义;如果对于法律命令他去对待的人,对于这个人他没有去做,他就是不公正地对待了这个人。 而法律命令人要节制、占有财产、照料身体以及其他诸如此类的事;因此,不去做这些事的人就是在不公正地对待自己。
εἰς οὐθένα γὰρ ἄλλον τῶν τοιούτων ἀδικημάτων ἡ ἀναφορὰ ἐστίν.
因为此类不正义行为的归属并不指向任何其他人。
§1.33.32— ἀλλὰ μή ποτε ταῦτα οὐκ ἀληθῆ ἦν, οὐδʼ ἐνδέχεται αὐτὸν ἀδικεῖν αὑτόν.
—— 但也许这些并不真实,对自己犯下不正义是不可能的。
τὸν γὰρ αὐτὸν οὐκ ἐνδέχεται κατὰ τὸν. αὐτὸν χρόνον πλεῖον ἔχειν καὶ ἔλαττον, οὐδʼ ἑκόντα ἅμα καὶ ἄκοντα·
因为同一个人在同一时间既拥有较多又拥有较少是不可能的,同样在同一时间既是自愿又是违背意愿也是不可能的。
ἀλλὰ μὴν ὁ ἀδικῶν, ᾗ ἀδικεῖ, πλεῖον ἔχει, ὁ δʼ ἀδικούμενος, ᾗ ἀδικεῖται, ἔλαττον.
然而,犯下不正义的人,在其犯下不正义的范围内,拥有较多;而被不正义对待的人,在其被不正义对待的范围内,拥有较少。
εἰ ἄρα αὐτὸς αὑτὸν ἀδικεῖ, ἐνδέχεται τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον καὶ πλεῖον ἔχειν καὶ ἔλαττον.
因此,如果他自己对自己犯下不正义,那么同一个人在同一时间既拥有较多又拥有较少就是可能的。
ἀλλὰ τοῦτʼ ἀδύνατον· οὐκ ἄρα ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
但这不可能是可能的;因此,对自己犯下不正义是不可能的。
§1.33.33— ἔτι ὁ μὲν ἀδικῶν ἑκὼν ἀδικεῖ, ὁ δὲ ἀδικούμενος ἄκων ἀδικεῖται, ὥστε εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν, ἐνδέχοιτʼ ἂν ἅμα καὶ ἀκουσίως καὶ ἑκουσίως πράττειν τι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα οὐδʼ οὕτως ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
—— 此外,犯下不正义的人是自愿犯下不正义,而被不正义对待的人是违背意愿地被不正义对待。 因此,如果有可能对自己犯下不正义,那就有可能在同一时间既违背意愿又自愿地做出某事;但这不可能;因此,即使是这样,也不可能对自己犯下不正义。
§1.33.34— ἔτι εἴ τις λαμβάνοι ἐκ τῶν κατὰ μέρος ἀδικημάτων.
—— 此外,如果有人从具体的不正义行为中取例。
ἀδικοῦσι γὰρ πάντες ἤτοι παρακαταθήκην ἀποστεροῦντες ἢ μοιχεύοντες ἢ κλέπτοντες τι ἄλλο τῶν κατὰ μέρος ἀδικημάτων ποιοῦντες· οὐδεὶς δὲ πώποτε αὐτὸς αὑτὸν παρακαταθήκην ἀπεστέρησεν, οὐδʼ ἐμοίχευσεν τὴν ἑαυτοῦ γυναῖκα, οὐδʼ ἔκλεψεν αὐτὸς τὰ ἑαυτοῦ ὥστε εἰ τὸ μὲν ἀδικεῖν ἐν τοῖς τοιούτοις ἐστίν, τούτων δὲ μηθὲν ἐνδέχεται πρὸς αὐτὸν ποιεῖν, οὐκ ἂν ἐνδέχοιτο αὑτὸν ἀδικεῖν.
因为所有人犯下不正义,要么是侵吞寄托物,要么是通奸,要么是偷窃,或做出其他具体的不正义行为;但从来没有人对自己侵吞寄托物,也没有人与自己的妻子通奸,也没有人偷窃自己的东西。 因此,如果犯下不正义是在这些事情中,而这些事情中没有一件可以对自己做,那么也就不可能对自己犯下不正义。
§1.33.35— εἰ δὲ μή, οὐ τό γε πολιτικὸν ἀδίκημα, ἀλλὰ τὸ οἰκονομικόν.
—— 否则的话(如果城邦的不正义不可能对自己犯下),那至少不是城邦的不正义,而是家政的不正义。
ἡ γὰρ ψυχὴ εἰς πλείω μεμερισμένη ἔχει τι αὑτῆς τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον, ὥστ᾿ εἴ τι ἐγγίνεται τῶν ἐν ψυχῇ ἀδίκημα, τῶν μερῶν ἐστι πρὸς. ἄλληλα·
因为灵魂被分割为多个部分,其自身拥有较劣的一部分和较优的一部分,因此,如果在灵魂的元素中产生任何不正义,那是各部分相互之间的。
τὸ οἰκονομικὸν δὲ ἀδίκημα διειλόμεθα τῷ ἐπὶ τὸ χεῖρον καὶ βέλτιον· ὡς γίνεσθαι πρὸς αὑτὸν ἄδικον καὶ δίκαιον.
而我们通过针对较劣和较优的部分来区分家政的不正义,从而产生对自己而言的不正义和正义。
οὐ τοῦτο δʼ ἡμεῖς ἐπισκοπούμεθα, ἀλλὰ τὸ πολιτικόν.
但我们所考察的不是这个,而是城邦的不正义。
§1.33.36ὥστʼ ἐν τοῖς τοιούτοις ἀδικήμασιν, ἐν οἵς ἡμεῖς ζητοῦμεν, οὐκ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
因此,在像我们所探讨的这类不正义中,人是不可能对自己犯下不正义的。
πότερος δὲ πάλιν ἀδικεῖ, καὶ ἐν ποτέρῳ ἐστὶ τὸ ἀδίκημα, ἐν τῷ ἀδίκως ὁτιοῦν ἔχοντι; ἢ τῷ κρίναντι καὶ τῷ ἀπονείμαντι, ὥσπερ ἐν τοῖς ἀγῶσιν;
那么,又是两者中的哪一个犯下了不正义,而不正义存在于哪一方:存在于不公正地拥有某物的人身上,还是存在于判定并分配该物的人身上,就像在竞技中那样?
καὶ γὰρ ὁ λαβὼν τὸν φοίνικα παρὰ τοῦ ἐφεστῶτος καὶ ταῦτα κρίναντος οὐκ ἀδικεῖ, κἂν ἀδίκως αὐτῷ ἀποδοθῇ· ἀλλʼ ἤδη ὁ κρίνας κακῶς καὶ δούς, οὗτος ἀδικεῖ.
因为,那从主持并判定这些事的裁判手中接过棕榈枝的人并没有犯下不正义,即使这被不公正地分配给他;相反,那做出错误判定并给予的人,才是犯下了不正义。
καὶ οὗτος ἔστι μὲν ᾗ ἀδικεῖ, ἔστι δὲ ᾗ οὐκ ἀδικεῖ μὲν γὰρ τὸ τῇ ἀληθείᾳ καὶ τῇ φύσει ἄν δίκαιον μὴ ἔκρινεν, ταύτῃ μὲν ἀδικεῖ, ᾗ δὲ τὸ αὑτῷ δοκοῦν εἶναι δίκαιον, οὐκ ἀδικεῖ.
而且这后者在某种程度上犯下了不正义,但在另一种程度上没有:因为在他没有判定在真理上和自然上是公正之物的限度内,他在这一方面犯下了不正义;但在他判定了那在他看来是公正之物的限度内,他没有犯下不正义。

词汇与语法注释

  1. 1.33.31σκοπουμένῳ — 与格分词。在此用作表示判断标准或视点的“关系与格”(或判断者与格),意为“对于考虑……的人而言”或“若从……来考察”。
  2. 1.33.34εἴ τις λαμβάνοι — 使用希求法的条件句前件(假设从句)。其对应的后件(结论从句)并未明确给出,但语境上属于一种惯用表达,暗示了潜在的结论:“如果有人从具体的不正义行为中取例(那么将会清楚的是……)”。
  3. 1.33.35τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον — 针对“其自身的一部分”(τι αὑτῆς)的部分同格(离子式同格)。它将灵魂中“较劣的”和“较优的”这两个对比性要素以同格形式并列,从而使之具体化。
  4. 1.33.36 — 关系副词。在解释判定者双重行为的语境中,它引入了限制或视角(“在……的限度内”或“在……的方面”),并与主句中的指示副词 ταύτῃ(在这一方面)相呼应。

引用这一段

亚里士多德, 大伦理学 §1.33.31-1.33.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.33.31-1.33.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。