§1.33.24ἐπεὶ οὖν τὸ μὴ ἀδικεῖν τὰ ἄδικα πράττοντα ἐν τῷ ἀγνοεῖν ἐστι τοῦτο, ὃ καὶ μικρὸν ἐπάνω ἐλέγετο, ὅταν μὴ εἰδὼς μήθʼ ὃν βλάπτει μήθʼ μηθ’ οὗ ἕνεκεν·
因此,做出不正义行为的人并不犯下不正义,这在于他的无知,正如不久前也提到过的,即在既不知道伤害了谁,也不知道是为了什么的情况下。
ἀλλʼ ἤδη καὶ τὴν ἄγνοιαν διοριστέον ἐστίν, πῶς ἂν γινομένης τῆς ἀγνοίας, ὃν βλόωττει, οὐκ ἀδικήσει.
但现在也必须对无知做出界定,即在无知发生时,那伤害他人的人如何才不算是犯下不正义。
ἔστω δὴ οὗτος ὁ διορισμός.
那么,就让这成为其界定吧。
§1.33.25ὅταν μὲν γὰρ ἡ ἄγνοια αἰτία τοῦ πρᾶξαί τι, οὐχ ἑκὼν τοῦτο πράττει, ὥστε οὐκ ἀδικεῖ ὅταν δὲ τῆς ἀγνοίας αὐτὸς ᾖ αἴτιος, καὶ πράττῃ τι κατὰ τὴν ἄγνοιαν ἧς αὐτὸς αἴτιος ἐστίν, οὗτος ἤδη ἀδικεῖ, καὶ δικαίως ἄδικος ὁ τοιοῦτος κληθήσεται.
因为当无知是做出某事的原因时,他并不是自愿做出此事的,所以不犯下不正义。 但是,当他自己是无知的原因,并根据自己作为原因的无知做出某事时,这人就已经犯下了不正义,这样的人也将会被公正地称为不正义的人。
οἷον ἐπὶ τῶν μεθυόντων.
例如在醉酒者的例子中。
οἱ γὰρ μεθύοντες καὶ πράξαντές τι κακὸν ἀδικοῦσιν· τῆς γὰρ ἀγνοίας αὐτοί εἰσιν αἴτιοι· ἐξῆν γὰρ αὐτοῖς μὴ πίνειν τοσοῦτον, ὥστʼ ἀγνοήσαντας τύπτειν τὸν πατέρα.
因为醉酒且做出坏事的人犯下了不正义,因为他们自己是其无知的原因;因为他们本可以不喝那么多酒,以至于在无知中殴打父亲。
§1.33.26ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἀγνοιῶν ὅσαι μὲν γίνονται διʼ αὐτούς, οἱ κατὰ ταύτας ἀδικοῦντες ἄδικοι·
同样地,在其他无知的例子中,凡是由于他们自身而产生的无知,那些根据这些无知而犯下不正义的人就是不正义的。
ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι.
但在他们自己不是原因,而是无知作为行为者做出某事的原因的情况下,他们不是不正义的。
ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα·
这种无知是天生的,例如小孩子在无知中殴打父亲,但由于他们之中的无知是天生的,并不使得小孩子因为这种行为而被认为是不正义的。
ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.
因为无知是做出这些事的原因,而他们自己并不是无知的原因,因此他们也不被认为是不正义的。
§1.33.27ὑπὲρ δὲ δὴ τοῦ ἀδικεῖδθαι πῶς;
但是关于被不正义对待,情况又是如何呢?
πότερον ἑκόντα ἔστιν ἀδικεῖσθαις ἢ οὔ;
是否有可能自愿地被不正义对待,还是不能呢?
δίκαια μὲν. γὰρ καὶ ἄδικα πράττομεν ἑκόντες, ἀδικούμεθα δὲ οὐκέτι ἑκόντες·
因为我们是自愿做出公正和不公正的事,但我们不再是自愿地被不正义对待。
τὸ γὰρ κολάζεσθαι φεύγομεν, ὥστε δῆλον ὅτι οὐκ ἂν ἀδικοίμεθα ἑκόντες.
因为我们逃避被惩罚,所以显而易见,我们不会是自愿地被不正义对待。
οὐδεὶς γὰρ ἑκὼν βλάπτεσθαι ὑπομένει· τὸ γὰρ ἀδικεῖσθαι βλάπτεσθαι ἐστίν.
因为没有人自愿忍受被伤害;而被不正义对待就是被伤害。
§1.33.28ναί, ἀλλʼ εἰσί τινες οἳ δέον αὐτοὺς τὸ ἴσον ἔχειν παραχωροῦσι τισίν, ὥστε εἰ τὸ ἴσον ἔχειν ἦν δίκαιον, τὸ δʼ ἔλαττον ἔχειν ἀδικεῖσθαι ἐστίν, ἔλαττον δὲ ἑκὼν ἔχει, ἑκὼν ἄρα, φησίν, ἀδικεῖπται.
是的,但是有些人,虽然他们应该得到平等的份额,却让步给某些人,因此,如果拥有平等的份额是公正的,而拥有较少的份额是被不正义对待,而一个人又是自愿地拥有较少份额,那么,他说,这人就是自愿被不正义对待了。
ἀλλʼ ἐντεῦθεν δῆλον πάλιν ὅτι οὐχ ἑκών.
但从这里再次清楚地看出,这并不是自愿的。
πάντες γὰρ οἱ ἔλαττον λαμβάνοντες ἀντικαταλλάττονται ἢ τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἢ φιλίαν ἢ ἄλλο τι τῶν τοιούτων·
因为所有接受较少份额的人,都是为了换取荣誉、赞扬、名声、友谊或诸如此类的其他事物。
ὁ δʼ ἀντικαταλλαττόμενός τι ἀνθʼ οὗ προΐεται, οὐκέτι ἀδικεῖται· εἰ δὲ μὴ ἀδικεῖται, οὐδὲ ἑκὼν ἄρα.
而用自己放弃的东西换取了某种事物的人,就不再是被不正义对待了;如果他没有被不正义对待,那么这也就不是自愿的。
§1.33.29ἔτι πάλιν οἱ τὸ ἔλαττον λαμβάνοντες καὶ ἀδικούμενοι, οὐκ ἴσον λαμβάνουσιν, οὗτοι καλλωπίζονται καὶ σεμνύνονται ἐπὶ τῶν τοιούτων, ὅτι φασὶν ῾῾ ἐξόν μοι ἴσον λαμβάνειν οὐκ ἐλάμβανον, ἀλλὰ παρῆκα τῷ πρεσβυτέρῳ ἢ τῷ φίλῳʼ᾿.
此外,再次,那些接受较少份额并(被认为)被不正义对待的人,在没有得到平等份额的情况下,却为这些事而自夸和感到自豪,因为他们说:“虽然我本可以得到平等的份额,但我没有拿,而是让给了年长者或朋友。
ἀδικούμενος δέ γε οὐδεὶς σεμνύνεται.
”但是,没有一个被不正义对待的人会感到自豪。
εἰ δʼ ἐπὶ τοῖς ἀδικήμασι μὴ σεμνύνονται, ἐπὶ δὲ τούτοις σεμνύνονται, ὅλως οὐκ ἂν ἀδικοῖντο οὕτως ἐλατττούμενοι.
如果他们不为不正义的行为感到自豪,而为这些事感到自豪,那么通过这样减少份额,他们根本没有被不正义对待。
εἰ δὲ μὴ ἀδικοῦνται, οὐδʼ ἂν ἑκόντες ἀδικοῖντο.
而如果他们没有被不正义对待,他们也就不会是自愿地被不正义对待。
§1.33.30— πρὸς δὲ ταῦτα καὶ τοῖς τοιούτοις λόγοις ὁ ἐπὶ τοῦ ἀκρατοῦς λόγος ἐναντιοῦται·
—— 但对于这些论点和此类论点,关于自制力薄弱者的论点提出了反对。
ὁ γὰρ ἀκρατὴς βλάπτει αὐτὸς αὑτὸν τὰ φαῦλα πράττων, καὶ ἑκών γε ταῦτα πράττει, βλάπτει ἄρα αὐτὸς αὑτὸν εἰδώς, ὥστε ἑκὼν αὐτὸς ὑφʼ αὑτοῦ ἀδικεῖται.
因为自制力薄弱者通过做坏事伤害了自己,而且他是自愿做这些事的。 因此,他在知情的情况下伤害了自己,所以他是自愿被自己不正义对待的。
ἀλλʼ ἐνταῦθα [ὁ] διορισμὸς προστεθεὶς κωλύσει τὸν λόγον τοῦτον.
但在这里,如果加入一个限定,就会阻止这个论点。
ἔστιν δὲ ὁ διορισμὸς οὗτος, τὸ μηδένα βούλεσθαι ἀδικεῖσθαι.
这个限定就是:没有人愿意被不正义对待。
ὁ δέ γε ἀκρατὴς βουλόμενος πράττει τὰ κατὰ τὴν ἀκρασίαν, ὥστε αὐτὸς αὐτὸν ἀδικεῖ βούλεται ἄρα τὰ φαῦλα πράττειν αὑτῷ.
而自制力薄弱者是愿意去做出符合其无自制的事,因此他对自己做出了不正义的事;所以他愿意对自己做坏事。
ἀλλʼ οὐδεὶς βούλεται ἀδικεῖσθαι· ὥστʼ οὐδὲ ὁ ἀκρατὴς αὐτὸς αὑτὸν ἑκὼν 〈ἂν〉 ἀδικοίη.
但是没有人愿意被不正义对待;因此,即使是自制力薄弱者,也不会是自愿被自己不正义对待。