§1.33.17ὡς δʼ αὕτως οὐδʼ οἰκέτῃ πρὸς δεσπότην ἐστὶ δίκαιον διὰ τὴν αὐτὴν αἰτίαν· τοῦ γὰρ δεσπότου τί ἐστιν ὁ οἰκέτης.
同样地,基于同样的原因,奴隶对主人也无所谓公正;因为奴隶是属于主人的一部分。
ἀλλὰ δὴ καὶ εἰ ἔστιν αὐτῷ δίκαιον, τὸ οἰκονομικὸν δίκαιον πρὸς αὐτὸν ἐστίν.
不过,即使对他存在着某种公正,那也是对他而言的家政公正。
οὐ τοῦτο δέ γε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ πολιτικόν· ἐν ἰσότητι γὰρ καὶ ὁμοιότητι τὸ πολιτικὸν δίκαιον ἔοικεν εἶναι.
然而,这并不是我们所寻求的,我们所寻求的是城邦的公正;因为城邦的公正似乎存在于平等和相似之中。
§1.33.18ἀλλὰ δὴ τὸ μὲν ἐν γυναικὸς καὶ ἀνδρὸς κοινωνίᾳ δίκαιόν ἐστιν ἐγγὺς τοῦ πολιτικοῦ δικαίου· χεῖρον μὲν γάρ ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός, ἀλλʼ οἰκειότερον, καὶ μετέχει ἰσότητός πως μᾶλλον, διότι ἐγγὺς τῆς πολιτικῆς κοινωνίας ὁ βίος αὐτῶν, ὥστε καὶ τὸ δίκαιον τὸ γυναικὶ πρὸς ἄνδρα μάλιστά πως ἤδη τῶν ἄλλων πολιτικὸν ἐστίν.
然而,妻子与丈夫结合中的公正,却接近于城邦的公正;因为妻子虽然比丈夫低劣,但更为亲密,并且在某种程度上更多地分享了平等,因为他们的生活接近于城邦的共同体,所以妻子对丈夫的公正,在其他关系中已经在某种程度上最具有城邦公正的性质了。
§1.33.19ἐπεὶ οὖν ἐστι δίκαιον τὸ ἐν πολιτικῇ κοινωνίᾳ ὅν, ἡ δικαιοσύνη καὶ ὁ δίκαιος περὶ τὸ πολιτικὸν δίκαιον ἔσται.
因此,既然公正是存在于城邦共同体之中的,那么正义和公正的人就将是关于城邦公正的。
τῶν δὲ δικαίων ἐστὶ τὰ μὲν φύσει τὰ δὲ νόμῳ.
而在公正的事物中,有些是出于天性的,有些是出于法律的。
δεῖ δʼ οὕτως ὑπολαμβάνειν μὴ ὡς μηδέποτε ἂν μεταπεσόντα· καὶ γὰρ τὰ φύσει ὄντα μεταλαμβάνουσι μεταβολῆς.
但我们必须这样理解,不能认为它们是绝不改变的;因为即使是出于天性而存在的事物,也会参与变化。
§1.33.20λέγω δʼ οἷον εἰ τῇ ἀριστερᾷ μελετῷμεν πάντες ἀεὶ βαλλειν, γινοίμεθα ἂν ἀμφιδέξιοι· ἀλλὰ φύσει γε ἀριστερὰ ἐστίν, καὶ τὰ δεξιὰ οὐδὲν ἧττον φύσει βελτίω ἐστὶ τῆς ἀριστερᾶς, κἂν πάντα ποιῶμεν τῇ ἀριστερᾷ καθάπερ τῇ δεξιῷ.
我指的是,例如,如果我们大家总是练习用左手投掷,我们就会变成左右开弓的人;但左手在天性上依然是左手,而且右手在天性上同样不比左手差,甚至比左手更好,即使我们用左手做所有的事情就像用右手一样。
οὐδʼ ὅτι μεταπίπτουσι, διὰ τοῦτο οὖκ ἔστιν φύσει· ἀλλʼ εἰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸν πλείω χρόνον οὕτω διαμένει ἡ ἀριστερὰ οὖσα ἀριστερὰ καὶ ἡ δεξιὰ δεξιά, τοῦτο φύσει ἐστίν.
也不能因为它们发生变化,就认为它们不是出于天性;但如果,在大多数情况下以及在较长的时间里,左手依然是左手,右手依然是右手,这就是出于天性。
§1.33.21ὡσαύτως ἐπὶ τῶν φύσει δικαίων, μή, εἰ μεταβάλλει διὰ τὴν ἡμετέραν χρῆσιν, διὰ τοῦτʼ οὐκ ἔστιν δίκαιον φύσει, ἀλλʼ ἔστιν.
对于天性上公正的事物也是同样,不能因为它们由于我们的使用而改变,就认为它们在天性上不是公正的,相反,它们依然是。
τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ διαμένον, τοῦτο φύσει δίκαιον προφανές.
因为在大多数情况下保持不变的,这显然是天性上的公正。
ὃ γὰρ ἂν ἡμεῖς θώμεθα καὶ νομίσωμεν, τοῦτο καὶ ἔστι δίκαιον ἤδη καὶ καλοῦμεν κατὰ νόμον δίκαιον.
因为凡是由我们制定和规定的,这本身在当下就是公正的,我们称之为法律上的公正。
βέλτιον οὖν δίκαιον τὸ κατὰ φύσιν τοῦ κατὰ νόμον.
因此,出于天性的公正优于出于法律的公正。
ἀλλʼ ὃ ζητοῦμεν, δίκαιόν ἐστι πολιτικόν.
但我们所寻求的是城邦的公正。
τὸ δὲ πολιτικόν ἐστιν τὸ νόμῳ, οὐ τὸ φύσει.
而城邦的公正是法律上的,不是天性上的。
§1.33.22τὸ δ' ἄδικον καὶ τὸ ἀδίκημα δόξειεν ἂν εἶναι οὕτω ταὐτόν, οὐκ ἔστι δέ· τὸ μὲν γὰρ ἄδικόν ἐστιν τὸ νόμῳ ὡρισμένον, οἷον τὸ τὴν παρακαταθήκην ἀποστερῆσαι ἄδικον ἐστί, τὸ δʼ ἀδίκημά ἐστιν τὸ ἤδη ἀδίκως τι πρᾶξαι.
而不正义的事物与不公正的行为,在这样看来似乎是同一的,但实际上并非如此;因为不正义的事物是由法律所规定的,例如拒绝归还寄托物是不正义的,而不公正的行为则是已经在不正义地做某事。
ὁμοίως δὲ τὸ δίκαιον καὶ τὸ δικαιοπράγημα οὐ ταὐτόν· τὸ μὲν γὰρ δίκαιον τὸ τῷ νόμῳ ὡρισμένον, τὸ δὲ δικαιοπράγημα τὸ τὰ δίκαια πράττειν.
同样地,公正的事物与公正的行为也不是同一的;因为公正的事物是由法律所规定的,而公正的行为则是去做出公正的事情。
§1.33.23— πότε οὖν τὸ δίκαιον, καὶ πότε οὖ;
——那么,什么时候是公正的,什么时候又不是呢?
ὡς ἀπλῶς μὲν εἰπεῖν, ὅταν πράττῃ κατὰ προαίρεσιν καὶ ἑκουσίως (τὸ δὲ ἑκουσίως ὃ ἦν, εἴρηται ἐν τοῖς ἐπάνω ἡμῖν), καὶ ὅταν εἰδὼς καὶ ὃν καὶ ᾧ καὶ οὗ ἕνεκα, οὕτως δίκαιον πράττει.
简单来说,就是当一个人根据抉择且自愿地行动时(关于什么是自愿,我们已经在上文中说明了),并且当他在知晓对象、手段以及目的的情况下,如此做出公正的行为时。
ὁμοίως καὶ ὡσαύτως καὶ ὁ ἄδικος ἔσται ὁ εἰδὼς καὶ ὃν καὶ καὶ οὗ ἕνεκα.
同样地,且以同样的方式,不公正的人也是那个知晓对象、[手段]以及目的的人。
ὅταν δὲ μηθὲν τούτων εἰδὼς πράξῃ τι ἄδικον, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυχὴς δέ.
但是,如果他在对这些一无所知的情况下做出了某种不公正的行为,他并不是不公正的人,而是不幸的人。
εἰ γὰρ οἰόμενος τὸν πολέμιον ἀποκτείνειν τὸν πατέρα ἀπέκτεινεν, ἄδικον μέν τι ἔπραξεν, ἀδικεῖ μέντοι οὐθένα, ἀτυχεῖ δέ.
因为,如果他以为自己杀的是敌人,结果却杀了自己的父亲,他虽然做出了一件不公正的事,但他并没有对任何人犯下不公正,而是不幸。