§1.33.10ἔοικεν δὲ καὶ Πλάτων τῇ ἀναλογίᾳ ταύτῃ τοῦ δικαίου χρῆσθαι ἐν τῇ πολιτείᾳ.
柏拉图似乎也在《国家篇》中使用了关于公正的这一比例。
ὁ μὲν γὰρ γεωργός, φησί, σῖτον ποιεῖ, ὁ δʼ οἰκοδόμος οἰκίαν, ὁ δὲ ὑφάντης ἱμάτιον, ὁ δὲ σκυτοτόμος ὑπόδημα.
因为他说,农夫生产粮食,建筑师建造房屋,织工织造衣服,鞋匠制作鞋子。
ὁ μὲν οὖν γεωργὸς τῷ οἰκοδόμῳ σῖτον δίδωσιν, ὁ δʼ οἰκοδόμος τῷ γεωργῷ οἰκίαν· ὁμοίως δὲ οἱ ἄλλοι πάντες οὕτως ἔχουσιν ὥστε τὰ παῤ αὑτοῖς ἀντικαταλλάττεσθαι τῶν παρὰ τοῖς ἄλλοις.
于是,农夫把粮食给建筑师,建筑师把房屋给农夫;同样地, ¦10 其他所有人的关系也是如此,以便将自己所有的东西与他人所有的东西进行交换。
§1.33.11ἔστιν δʼ ἡ ἀναλογία αὕτη· ὡς γὰρ ὁ γεωργὸς τῷ οἰκοδόμῳ, οὕτως ὁ οἰκοδόμος τῷ γεωργῷ· ὁμοίως τῷ σκυτεῖ, τῷ ὑφάντῃ, τοῖς ἄλλοις πᾶσιν ἡ αὐτὴ ἀναλογία πρὸς ἀλλήλους γίνεται· καὶ συνέχει δὴ αὕτη 〈ἡ〉 ἀναλογία τὴν πολιτείαν.
而这一比例是这样的:正如农夫对建筑师,建筑师对农夫也是如此;同样地,对鞋匠、对织工、以及对其他所有人,彼此之间也都产生相同的比例;确实, ¦15 这一比例维系着国家。
ὥστε τὸ δίκαιον ἔοικεν εἶναι τὸ ἀνάλογον.
因此,公正似乎就是比例。
τὸ γὰρ δίκαιον συνέχει τὰς πολιτείας, τὸ αὐτὸ δʼ ἐστὶ τὸ δίκαιον τῷ ἀνάλογον.
因为公正是维系国家的,而公正与比例是同一的。
§1.33.12ἐπεὶ δὲ ὁ οἰκοδόμος πλείονος ἄξιον ποιεῖ τὸ αὑτοῦ ἔργον ἢ ὁ σκυτεύς, καὶ ἦν ἔργον ἀντικαταλλάτεσθαι [καὶ] τῷ σκυτεῖ πρὸς τὸν οἰκοδόμον, ἀνθʼ ὑποδημάτων δʼ οὐκ ἦν οἰκίαν λαβεῖν, ἐνταῦθα ἤδη ἐνόμισαν, οὗ ταῦτα πάντα ὠνητὰ ἐστίν, ἀργύριον προσαγορεύσαντες νόμισμα, τούτῳ χρῆσθαι, καὶ τὴν ἀξίαν ἕκαστον ἑκάστου διδόντας τὴν ἄλλαξιν ποιεῖσθαι παρʼ ἀλλήλων, καὶ τούτῳ τὴν πολιτικὴν κοινωνίαν συνέχειν.
但是,由于建筑师所制作的自己的作品,比鞋匠的作品更有价值,而且对于鞋匠来说与建筑师进行交换曾经是一件难事, ¦20 因为用鞋子无法换得房屋,于是他们在此确立了一种使所有这些东西都可购买的媒介,称银子为货币,并决定使用它,并且各自付出各物的价值, ¦p.40 从而彼此之间进行交换,并以此 ¦25 维系政治共同体。
§1.33.13ἐπεὶ οὖν τὸ δίκαιόν ἐστιν ἐν τούτοις καὶ τοῖς εἰρημένοις ἔμπροσθεν, ἡ περὶ ταῦτα δικαιοσύνη ἂν εἴη τῇ ἕξει ὁρμὴν ἔχουσα μετὰ προαιρέσεως περὶ ταῦτα καὶ ἐν τούτοις.
因此,既然公正存在于这些事物及前文所述的事物之中,那么与这些相关的正义,就将是在这些事物中并关于这些事物、伴随着抉择而具有冲动的品质。
ἔστιν δὲ δίκαιον καὶ τὸ ἀντιπεπονθός, οὐ μέντοι γε ὡς οἱ Πυθαγόρειοι ἔλεγον.
而报复也是公正的,然而决不是像 ¦30 毕达哥拉斯学派所说的那样。
ἐκεῖνοι μὲν γὰρ ᾤοντο δίκαιον εἶναι, ἅ τις ἐποίησεν, ταῦτʼ ἀντιπταθεῖν· §1.33.14τὸ δὲ τοιοῦτον οὐκ ἔστιν πρὸς ἅπαντας.
因为他们认为,一个人所做出的事,让他同样反过来遭受就是公正的;但这种做法并不适用于所有人。
οὐ γάρ ἐστι δίκαιον οἰκέτῃ πρὸς ἐλεύθερον ταὐτόν· ὁ οἰκέτης γὰρ ἐὰν πατάξῃ τὸν ἐλεύθερον, οὐκ ἔστιν δίκαιος ἀντιπληγῆναι, ἀλλὰ πολλάκις.
因为奴隶对自由人的公正并不是同样的;因为如果奴隶打了自由人,他被同样回击一拳是不公正的,而应当被回击多次。
καὶ τὸ ἀντιπεπονθὸς δὲ δίκαιόν ἐστιν ἐν τῷ ἀνάλογον.
而且报复在比例上也是公正的。
ὡς γὰρ ὁ ἐλεύθερος ἔχει πρὸς τὸν δοῦλον τῷ βελτίων εἶναι, οὕτως τὸ ἀντιποιῆσαι πρὸς τὸ ποιῆσαι.
因为 ¦35 正如自由人因其更优越而对奴隶所具有的关系,反击对攻击的关系也是如此。
ὁμοίως δὲ καὶ ἐλευθέρῳ πρὸς ἐλεύθερον ἕξει.
而在自由人对自由人的关系上也将是类似的。
οὐ γὰρ δίκαιον, εἴ τις τὸν ὀφθαλμὸν ἐξέκοψεν τινός, ἀντεκκοπῆναι μόνον, ἀλλὰ πλείονα παθεῖν, ἀκολουθήσαντα τῇ ἀναλογίᾳ· καὶ γὰρ ἦρξε πρότερος καὶ ἠδίκησεν, ἀδικεῖ δὲ κατʼ ἀμφότερα, ὥστε ἀνάλογον καὶ τὰ ἀδικήματα, καὶ τὸ ἀντιπταθεῖν πλείω ὧν ἐποίησεν δίκαιον ἐστίν.
因为,如果有人挖出了别人的眼睛,仅仅被挖出自己的眼睛是不公正的,而应当根据比例遭受更多的惩罚;因为是他首先动手且 ¦1194b 犯下不公正,而且他在两方面都犯了不公正,因此不公正的行为也是成比例的,而反过来遭受比他所做的事更多的惩罚是公正的。
§1.33.15ἐπεὶ δὲ τὸ δίκαιον πολλαχῶς λέγεται, διοριστέον ἂν εἴη ὑπὲρ ποίου δικαίου ἐστὶν ἡ σκέψις.
由于公正是在多种意义上被使用的,因此必须界定我们所考察的是哪一种公正。
ἔστιν δὴ δίκαιόν τι, ὡς φασίν, οἰκέτῃ πρὸς δεσπότην καὶ υἱῷ πρὸς πατέρα.
¦5 的确,正如人们所说,奴隶对主人、儿子对父亲也有某种公正。
τὸ δʼ ἐν τούτοις δίκαιον ὁμωνύμως ἂν δόξειεν λέγεσθαι τῷ πολιτικῷ δικαίῳ (ἔστιν γὰρ 〈τὸ〉 δίκαιον, ὑπὲρ οὗ ἐστιν ἡ σκέψις, τὸ πολιτικὸν δίκαιον)· §1.33.16τοῦτο γὰρ μάλιστά ἐστιν ἐν ἰσότητι (κοινωνοὶ γὰρ οἱ πολῖταί τινες, καὶ ὅμοιοι βούλονται εἶναι τῇ φύσει, τῷ δὲ τρόπῳ ἕτεροι), τῷ δὲ υἱῷ πρὸς πατέρα καὶ οἰκέτῃ πρὸς δεσπότην οὐκ ἂν δόξειεν εἶναι δίκαιον οὐθέν.
但存在于这些关系中的公正,似乎与城邦的公正同名异义(因为我们所考察的公正就是城邦的公正);因为这种公正最主要地存在于 ¦p.41 平等之中(因为公民们是某种伙伴,且在天性上希望是同等的,但在方式上有所不同),而对于儿子对父亲以及 ¦10 奴隶对主人,似乎根本不存在任何公正。
οὔτε γὰρ τῷ ποδὶ τῷ ἐμῷ πρὸς ἐμὲ οὔτε τῇ χειρί, ὁμοίως δὲ οὐδʼ ἑκάστῳ τῶν μορίων· ὡσαύτως ἂν οὖν δόξειεν ἔχειν καὶ ὁ υἱὸς πρὸς πατέρα· ὥσπερ γὰρ μέρος τί ἐστι τοῦ πατρὸς ὁ υἱός.
因为我的脚对我,或者我的手对我,同样地对于我的每一个部分,都谈不上有什么公正;所以,儿子对父亲的关系似乎也是如此;因为儿子就像是父亲的一部分。
πλὴν ὅταν ἤδη λάβῃ τὴν τοῦ ἀνδρὸς τάξιν καὶ χωρισθῇ ἀπʼ αὐτοῦ, τότʼ ἤδη ἐν ἰσότητι καὶ ὁμοιότητί ἐστιν τῷ πατρί· οἱ δὲ πολῖται τοιοῦτοί τινες ἐθέλουσιν εἶναι.
除非当他已经获得了成年男子的地位并与父亲 ¦15 分开,那时他才处于与父亲的平等和相似之中;而公民们正是希望成为这样的人。