Humanitext Reader

亚里士多德 · 大伦理学 §1.21.1-1.21.4

节制的定义与关于身体快乐的中庸

第 23 段,共 71 段 · 希腊语

内容简介

总结了关于勇敢的讨论,并开始定义节制。节制被解释为关于快乐和痛苦(尤其是触觉和味觉)的过度(放纵)与不足(无感觉)之间的中庸,是一种为了高尚本身而做出选择的德性。

§1.21.1ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος·
因此,勇敢和勇敢的人就是这样的。
σωφροσύνη δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ τὰς ἡδονάς.
另一方面,节制是关于快乐的放纵与无感觉之间的中庸。
ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅποσα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτίστου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερβολὴν καὶ κατʼ ἔνδειαν.
因为节制,以及端地一切德性,都是最善的状态,而最善的状态属于最善的事物,对于过度和不足而言,中庸是最善的;因为在这两方面,无论是在过度还是在不足中,人们都是应受谴责的。
ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθησίας.
因此,如果中庸是最善的,节制就是放纵与无感觉之间的某种中庸。
§1.21.2μεσότης οὖν ἂν εἴη τούτων·
因此,它应该是这两者之间的中庸。
ἔστιν δὲ ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, οὐ πάσας δὲ οὐδὲ τὰς περὶ πάντα.
而节制是关于快乐和痛苦的,但并非所有的快乐和痛苦,也非关于一切事物的那些。
οὐ γὰρ εἴ τις ἥδεται θεωρῶν γραφὴν ἢ ἀνδριάντα ἤ τι ἄλλο τῶν τοιούτων, καὶ δὴ οὗτος ἀκόλαστος, ὁμοίως δὲ οὐδὲ περὶ ἀκοῆς οὐδὲ περὶ ὀσφρήσεως· ἀλλʼ ἐν ἡδοναῖς ταῖς περὶ ἁρὴν καὶ γεῦσιν.
因为如果有人因观看画作、雕像或诸如此类的其他事物而感到快乐,他绝非因此就是放纵的,同样,它也既不关乎听觉,也不关乎嗅觉;而是在关乎触觉和味觉的快乐之中。
§1.21.3οὐδὲ δὴ περὶ ταύτας ἀνὴρ σώφρων ἔσται 〈ὁ〉 οὕτως ἔχων ὥστε μηδʼ ὑπὸ μιᾶς τῶν τοιούτων ἡδονῶν μηθὲν πάσχειν (ὁ μὲν γὰρ τοιοῦτος ἀναίσθητος), ἀλλʼ ἤδη ὁ πάσχων καὶ μὴ ἀγόμενος, ὥστε εἰς ὑπερβολὴν αὐτῶν ἀπολαύων πάντα τἆλλα ποιεῖσθαι πάρεργα, καὶ αὐτόν γε τὸν ἤδη αὐτοῦ τοῦ καλοῦ ἕνεκεν καὶ μὴ ἄλλου πράττοντα σώφρονα✶✶.
而在这些快乐方面,节制的人也绝非是那种对任何一种此类快乐都毫无所动的人(因为这样的人是无感觉的),而是那些虽有触动却不被牵引的人,以至于不会因过度享受它们而将其他一切事情都视为副业,并且正是那个已经为了高尚本身而非其他原因行事的人,才被称为节制的。
§1.21.4ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέχεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων.
因为,凡是因为恐惧或因为其他此类原因而克制这些过度快乐的人,都不是节制的。
οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται.
因为我们也不说人类以外的其他动物是节制的,因为在它们之中没有理智,通过理智它们可以审视并选择高尚。
πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν.
因为一切德性都是属于高尚并指向高尚的。
ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.
因而,节制应该是关于快乐和痛苦的,且是那些产生于触觉和味觉中的快乐和痛苦。

词汇与语法注释

  1. 1191bμιέσον — 抄本上的拼写错误或异体字,显然对应 `μέσον`(中庸、中间)。
  2. 1.21.2ἁρὴν — 抄本中 `ἁφήν`(触觉)的拼写错误。它与 `γεῦσιν`(味觉)并列,对应于第20行的 `ἁφῇ`。
  3. 1.21.3ἀλλʼ ἤδη — 引导一个强烈的对比(“不是……,而是……”)。它标志着从否定性定义(谁不是节制的)向真正节制之人的积极特征的过渡。
  4. 1.21.3σώφρονα — 这里的宾格形容词是一个破格句(anacoluthon)的一部分,偏离了第9行的主格主语 `ἀνὴρ σώφρων`。它暗示了句式向隐含的“我们应该称之为节制”的结构(如 `φατέον εἶναι` 加上对格)转换。

引用这一段

亚里士多德, 大伦理学 §1.21.1-1.21.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.21.1-1.21.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。