Humanitext Reader

亚里士多德 · 大伦理学 §1.20.1-1.20.12

真正勇敢的定义与对虚假勇敢的辨析

第 22 段,共 71 段 · 希腊语

内容简介

本段界定了勇敢所涉及的人类恐惧与胆量的合理范围,系统地排除了基于经验、无知、激情、公民羞耻或希望的各种虚假勇敢,并指出真正的勇敢是为了高尚并顺应理智去面对迫在眉睫的致命危险。

§1.20.1✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη.
✶✶ 既然勇敢是关于胆量和恐惧的,那么就必须考察它是关于何种恐惧和胆量的。
ἦρʼ οὖν εἰ μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος;
那么,如果有人害怕失去财产,他就是懦夫,而如果有人在这些事上充满胆量,他就是勇敢的吗?
ἢ οὔ;
还是并非如此?
ὁμοίως δʼ εἴ τις φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φοβούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον.
同样地,如果有人害怕疾病或者对其充满胆量,我们既不能说害怕的人是懦夫,也不能说不害怕的人是勇敢的。
οὐκ ἄρα ἐν τοῖς τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία.
因此,勇敢并不存在于这样的恐惧和胆量之中。
§1.20.2ἀλλὰ μὴν οὐδʼ ἐν τοῖς τοιούτοις, οἷον εἰ μή τις φοβεῖσται βροντὰς ἢ ἀστραπὰς ἢ ἄλλο τι τῶν ὑπὲρ ἄνθρωπον φοβερῶν, οὐκ ἀνδρεῖος ἀλλὰ μαινόμενός τις.
然而,勇敢也并非存在于这类事物中,例如,如果有人不害怕雷鸣、闪电或任何其他超出人类承受范围的可怖事物,他并不是勇敢,而是某种疯子。
ἐν φόβοις ἄρα καὶ θάρρεσίν ἐστιν ὁ ἀνδρεῖος τοῖς κατʼ ἀνθρώπους· λέγω δὲ οἷον ἃ οἱ πολλοὶ φοβοῦνται ἢ οἱ πάντες, ἐν τούτοις ὁ ὢν θαρραλέος, οὗτος ἀνδρεῖος.
因此,勇敢的人面对的是符合人类常态的恐惧和胆量;我的意思是,例如大多数人或所有人都会害怕的事物——在这些事物中保持胆量的人,才是勇敢的人。
§1.20.3τούτωρντοίνυν διωρισμένων σκεππτέον ἂνεἴη, ἐπειδὴ κατὰ πολλά εἰσιν οἱ ἀνδρεῖοι, ὁ ποῖος ἀνδρεῖος.
因此,既然这些已经界定清楚,而勇敢的人又因多种原因而被称为勇敢,那么我们就必须考察他是何种勇敢的人。
ἔστιν γὰρ καὶ κατʼ ἐμπειρίαν τις ἀνδρεῖος, οἷον οἱ στρατιῶται.
因为也有人是由于经验而勇敢的,例如士兵。
οὗτοι γὰρ σἴδσι διʼ ἐμπειρίαν ὅτι ἐν τοιούτῳ τόπῳ ἢ ἐν τοιούτῳ καιρῷ ἢ οὕτως ἔχοντι ἀδύνατόν τι παθεῖν.
因为他们通过经验知道,在这样的地方、或在这样的时刻、或在这样的状态下,是不可能遭受伤害的。
ὁ δὲ ταῦτα εἰδὼς καὶ διὰ ταῦτα ὑπομένων τοὺς πολεμίους οὐκ ἀνδρεῖοςʼ ἐὰν γὰρ τούτων μηθὲν ὑπάρχῃ, οὐχ ὑπομένει.
而那些知道这些并因为这些才抵御敌人的人,并不是勇敢的;因为如果这些条件都不存在,他就不会抵御。
§1.20.4διὸ τοὺς διʼ ἐμπειρίαν οὐ φατέον ἀνδρείους.
因此,不能说因经验而勇敢的人是勇敢的。
οὐδὲ Σωκράτης δὴ ὀρθῶς ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν.
苏格拉底说勇敢是知识,也是不对的。
ἡ γὰρ ἐπιστήμη ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη.
因为知识是通过习惯获得经验而成为知识的;但对于那些靠经验抵御的人,我们不说他们是勇敢的,人们也不会说他们是勇敢的;因此,勇敢不会是知识。
§1.20.5— πάλιν δʼ αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν.
另一方面,也有人因与经验相反的原因而显得勇敢;因为那些对将要发生的事情毫无经验的人,由于缺乏经验而不感到恐惧。
οὐδὲ δὴ οὐδὲ τούτους φατέον ἀνδρείους.
当然,这些人也不能被称为勇敢。
§1.20.6— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιάζοντες.
此外,还有一些人由于激情而似乎是勇敢的,例如恋爱中的人或狂热的人。
οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον ἀεὶ εἶναι ἀνδρεῖον.
当然,这些人也不能被称为勇敢;因为如果他们的激情被剥离,他们就不再勇敢了,而勇敢的人必须始终是勇敢的。
§1.20.7διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπηθῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —
因此,谁也不会因为野兽(例如野猪)在挨打感到痛苦时进行自卫而称它们是勇敢的,勇敢的人也不应该是因为激情而勇敢。
§1.20.8πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι.
再次,还有另一种似乎是公民的勇敢,例如,如果因为对公民的羞耻感,他们挺身面对危险,并显得勇敢。
σημεῖον δὲ τούτου· καὶ γὰρ Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα ῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, διὸ οἴται δεῖν μάχεσθαι.
这方面的一个证据是,荷马也让赫克托尔说道: “普鲁达马斯将第一个对我加以指责,” 因此他认为必须战斗。
οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει.
当然,这种勇敢也不能说是真正的勇敢;因为同样的定义也适用于这些情况中的每一种。
οὗ γὰρ ἀφαιρουμένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος
因为如果某样东西被剥离后勇敢就不再持续,那它就不能再被称为勇敢;因此,如果我剥离了使他变得勇敢的羞耻感,他就不再勇敢了。
§1.20.9—ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶ προσδοκίαν ἀγαθοῦ.
此外,还有人由于对善的希望和预期而显得勇敢。
οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται.
当然,也不能说这些人是勇敢的,因为在这些情况下把这些人称为勇敢,显得十分荒谬。
οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.
因此,这类人都不应被视为勇敢的;那么,应该考察哪种人才是勇敢的,以及谁是勇敢的人。
§1.20.10ὡς ἀπλῶς μὲν εἰπεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.
简单来说,他之所以勇敢,不是因为上述任何原因,而是因为认为这本身是高尚的,并且无论有人在场与否都这样做。
οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία.
当然,勇敢也绝非完全没有激情和冲动而产生。
δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν.
但冲动必须为了高尚而由理智产生。
ὁ δὴ ὁρμῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.
因此,为了高尚而通过理智冲向危险、并在这些事上无所畏惧的人,才是勇敢的人,而勇敢就是关于这些的。
§1.20.11ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι.
但无所畏惧,对于勇敢的人来说,并不意味着完全不害怕。
ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖσθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ ἂν εἴη ἀνδρεῖος.
因为对于那种完全觉得没有什么可怕的人来说,他并不是勇敢的;因为这样的话,石头和其他无生命的事物也会是勇敢的了;相反,他必须感到恐惧,但要予以抵御;因为如果他不感到恐惧却抵御,他就不是勇敢的。
§1.20.12— ἔτι δὲ καὶ ὥσπερ ἐπάνω διειλόμεθα, περὶ φόβους καὶ κινδύνους οὐ πάντας ἀλλὰ τοὺς ἀναιρετικοὺς τῆς οὐσίας.
此外,正如我们上面所区分的,这不是关于所有的恐惧和危险,而是关于那些具有毁灭生存性质的。
— ἔτι δὲ οὐδʼ ἐν τῷ τυχόντι καὶ παντὶ χρόνῳ, ἀλλʼ ἐν ᾧ οἱ φόβοι καὶ οἱ κίνδυνοι πλησίον εἰσίν.
此外,这也不在任何随机和所有的时候,而是在恐惧和危险临近的时候。
εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυνον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος· ἔνιοι γὰρ θαρροῦσιν διὰ τὸ μακρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.
因为如果有人不害怕十年后的危险,他还谈不上勇敢;因为有些人由于危险尚远而充满胆量,但如果危险临近,他们就会被恐惧吓死。

词汇与语法注释

  1. 1.20.1μὴ ἀποβάλλῃ — 由表示恐惧的动词 `φοβεῖται` 所引导的 `μή` 从句,使用了虚拟语气现在时,表示对客观事件发生的恐惧(“害怕失去……”)。
  2. 1.20.8οὗ γὰρ ἀφαιρουμένου — 关系代词 `οὗ`(中性单数属格,先行词指代前述导致勇敢的特定要素)与分词 `ἀφαιρουμένου`(现在时被动语态属格)一同构成了属格独立结构。在此处起到了条件状语的作用(“若它被剥离”)。
  3. 1.20.11〈ἂν〉 ὁ λίθος εἴη — 希求语气动词 `εἴη` 伴随着文本校勘中补入的 `聚`,构成了表示潜在或可能性的希求(Potential Optative)。它指明了推论的后果(“石头也将是勇敢的”),而虚拟条件(“如果完全无所畏惧的话”)从上下文中省去并可被补充。

引用这一段

亚里士多德, 大伦理学 §1.20.1-1.20.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.20.1-1.20.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。