Humanitext Reader

亚里士多德 · 大伦理学 §1.18.1-1.18.6

思考的性质与德性对正确目的的确立

第 20 段,共 71 段 · 希腊语

内容简介

在讨论了思考力与感觉的区别之后,通过与科学(技艺)的对比,考察了德性所瞄准的是“目的”还是“通往目的的手段”,并得出结论:德性的宗旨在于正确地确立目的,而非寻找手段。

§1.18.1— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι.
——此外,思考力并不像感觉那样。 例如,通过视觉,除了看之外,不可能做任何其他事情;通过听觉,除了听之外,也不可能做任何其他事情。
ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν.
同样地,我们也不合议应当用听觉去听还是去看见。
ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ ἄλλα.
然而,思考力不是这样的,而是它既能够做这件事,又能够做其他事。
§1.18.2διὰ τοῦτο βουλεύεσθαι ἐνταῦθα ἤδη ὑπάρχει.
正因为如此,熟议在这里才得以存在。
ἔστιν οὖν ἡ ἁμαρτία ἐν τῇ αἱρέσει τῶν ἀγαθῶν οὐ περὶ τὰ τέλη (ταῦτα μὲν γὰρ ἅπαντες ὁμογνωμονοῦσιν, οἷον τὴν ὑγίεικν ὅτι ἀγαθόν), ἀλλʼ ἤδη τὰ κατὰ τὸ τέλος, οἷον πότερον ἀγαθὸν πρὸς ὑγίειαν φαγεῖν τοῦτο ἢ οὔ.
因此,在对好事的选择中,错误并不在于目的本身(因为在这些事情上所有人意见一致,例如健康是好事),而是在于与目的相关的事情,例如,为了健康而吃这个是好还是不好。
μάλιστα οὖν ποιεῖ ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη· τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα.
所以,在这些事情中,最容易使人犯错的是快乐和痛苦;因为我们逃避后者,而选择前者。
§1.18.3τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.
德性是瞄准什么的? 是瞄准目的,还是瞄准通往目的的手段? 例如,是瞄准高尚,还是瞄准通往高尚的手段?
§1.18.4πῶς οὖν ἡ ἐπιστήμη;
那么在科学中又是怎样的呢?
πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν;
建筑科学的任务是妥善地确立目的,还是审视通往目的的手段?
ἂν γὰρ τοῦτο καλῶς προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος.
因为如果妥善地确立了这个目的,例如建造一栋美丽的房屋,那么,寻找并提供通往这一目的之手段的,除了建筑师之外不会是其他任何人。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.
在所有其他科学中也同样如此。
§1.18.5ὡσαύτως ἄρα δόξειεν ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέλος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρήσει ἂ δεῖ πρὸς τοῦτο.
因此,在德性中似乎也同样如此:德性的目标更多在于应当被正确确立的目的,而不是通往目的的手段;并且提供和发现通往这一目的所必需之手段的,非它莫属。
καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν.
德性能够确立目的,这也是合乎情理的;因为在存在着最善始基的地方,每一事物既能够确立目的,又能够生成它。
οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν
因此,没有任何东西比德性更好;因为一切其他事物都是为了德性而存在,始基也是朝向德性的,而且通往德性的手段更是为了德性的缘故而存在。
§1.18.6τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐσπτιν ἕκαστον.
而目的类似于某种始基,一切事物都是为了它而存在。
ἀλλὰ κατὰ τρόπον τοῦτο ἔστκι.
但这将会以适当的方式发生。
ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον τῶν πρὸς τὸ τέλος.
因此显然,在德性的情况下也是如此,既然德性是最善的原因,它所瞄准的更是目的本身,而不是通往目的的手段。

词汇与语法注释

  1. §1.18.1τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν — 与格 `τῇ ὄψει` 表示手段或工具(“通过视觉”)。助词 `ἄν` 在同一个动词 `δύναιτο` 中被双重使用(`οὐκ ἂν ... ἂν`),用以强调省略条件句的潜能语气(“将无法……”)。
  2. §1.18.2τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα — 针对前文的名词 `ἡδονὴ καὶ λύπη`(快乐与痛苦),冠词 `τὴν μέν` 指代后者的 `λύπην`(痛苦),而 `τὴν δέ` 则指代前者 `ἡδονήν`(快乐)。这是希腊语中一种惯用的逆序指代(交错配列),即用 `μέν` 指代较近(后述)的事物,用 `δέ` 指代较远(先述)的事物。
  3. §1.18.5μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν τὸ τέλος ... τὰ πρὸς τὸ τέλος — 比较连词 `ἤ`(比、较之)作为 `μᾶλλον`(更多、更确切地)的关联词在此处被省略。整个结构应理解为:“德性的目标(`σκοπός`)更多在于目的本身(`τὸ τέλος`),而不是(较之于)通往目的的手段(`τὰ πρὸς τὸ τέλος`)”。

引用这一段

亚里士多德, 大伦理学 §1.18.1-1.18.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.18.1-1.18.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。