Humanitext Reader

亚里士多德 · 大伦理学 §1.17.1-1.17.11

选择的定义与经由熟虑之行为的范围

第 19 段,共 71 段 · 希腊语

内容简介

本节通过将选择与欲望、愿望和思考进行区分,探讨了选择的本质,并得出结论:选择是“伴随着思考的合议性欲望”。此外,本节指出选择所适用的领域是手段未确定、行动与否取决于我们的实践领域。

§1.17.1ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, πότερόν ἐστιν ὄρεξις, ἢ οὔ.
此外,接下来需要考察选择,它是欲望还是不是。
ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν.
因为欲望在其他动物中也产生,而选择则不然;因为选择是伴随着理性的,而理性在任何其他动物中都不存在。
ὄρεξις μὲν δὴ οὐκ ἂν εἔη·
因此,选择不会是欲望。
§1.17.2ἀλλʼ ἆρά γε βούλησις;
那么,它会是愿望吗?
ἢ οὐδὲ τοῦτο;
或者连这个也不是?
βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ.
因为愿望甚至可以针对不可能的事物,例如我们虽然愿望自己长生不老,但我们并不选择它。
ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρούμεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.
此外,选择不是针对目的,而是针对通往目的的手段,例如没有人选择健康,而是选择通往健康的手段,比如散步、奔跑;但我们愿望的是目的。
§1.17.3ὑγιαίνειν γὰρ βουλόμεθα.
因为我们愿望身体健康。
ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος.
因此,由此也显然可见,愿望和选择并不是同一回事;相反,选择似乎正如其名称所暗示的那样,例如我们在二者中选择此者而非彼者,例如选择较好者而非较差者。
ὅταν οὖν ἀντικαταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.
因此,当存在可选择的事物时,我们用较好者来替代较差者,在此时,“选择”这一词似乎是恰当的。
§1.17.4— ἐπεὶ οὖν ἡ προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν προαιρέσει;
——那么,既然选择不是这些事物中的任何一个,那么,选择是属于思考方面的东西吗?
ἢ οὐδὲ τοῦτο;
或者连这也不是?
πολλὰ γὰρ διανοούμεθα καὶ δοξάζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προανρούμεθα;
因为我们根据思考而思索并认为许多事物;那么,凡是我们思考的事物,我们也都选择吗?
ἢ οὔ;
还是不?
πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.
因为我们常常思考关于印度人的事情,但也决不选择它们。
§1.17.5οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ προαίρεσις.
因此,选择也不是思考。
— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαίρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ] συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν.
——那么,既然选择不是这些单一的东西,而这些又是魂中所产生的东西,那么选择必然是这些东西中某些要素的结合。
ἐπεὶ οὖν ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν, οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,
既然像前面说过的那样,选择是针对通往目的的好事而非目的本身,是针对我们力所能及的事,也是针对那些在选择此者还是彼者上存在争议的事,那么显然,我们必须首先对它们进行思考和合议,然后,当我们思考后觉得某个更好时,便产生了这样一种去行动的冲动,而在这样行动时,我们就被认为是在依选择而行动。
§1.17.6εἰ τοίνυν ἡ προαίρεσις ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον προαιρετόν.
如果选择是伴随着思考的某种合议性欲望,那么自愿者并不等于被选择者。
ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ διανοηθῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ διανοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.
因为我们在思考和合议之前,就自愿地做了许多事,例如我们坐下、站起,以及许多其他这类的事,虽然是自愿的,却不伴随思考,而依选择而行的所有事都是伴随思考的。
§1.17.7οὐκ ἄρα τὸ ἑκούσιον προαιρετόν, ἀλλὰ τὸ προαιρετὸν ἑκούσιον· ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι, ἑκόντες πράττομεν.
因此,自愿者不等于被选择者,而被选择者是自愿的;因为如果我们经过合议后选择做某事,我们就是自愿地做。
φαίνονται δέ τινες ὀλίγοι καὶ τῶν νομοθετῶν διορίζειν τό τε ἑκούσιον καὶ τὸ ἐκ προαιρέσεως ἕτερον ὄν, ἐλάττους τὰς ζημίας ἐπὶ τοῖς ἑκουσίοις ἢ τοῖς κατὰ τπροαίρεσιν τάττοντες.
一些少数的立法者似乎也区分了自愿的事物与出于选择的事物是不同的,他们对于纯属自愿的行为所设定的惩罚,要少于对依选择而行的行为所设定的惩罚。
§1.17.8— ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς, καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί.
——因此,选择存在于可行的事情之中,而且是存在于那些做与不做、如此做或不如此做都取决于我们的事情之中,以及在其中可以把握“为什么”的事情之中。
τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.
然而这个“为什么”并不是单一的。
§1.17.9ἐν μὲν γὰρ γεωμετρίρ, ὅταν φῇ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν, καὶ ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.
因为在几何学中,当有人说四边形拥有等于四个直角,并且问“为什么”时,他会说“因为三角形也拥有等于两个直角”。
ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαίρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας;
那么在这些事情中,他们是从确定的始基中获得“为什么”的;但是在属于可行的、涉及选择的事情中,情况并非如此(因为没有设定任何确定的始基),而是如果有人追问“你为什么做这事?
ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι βέλτιον οὕτως.
”,回答是“因为无法以其他方式行事”,或者 “因为这样更好”。
ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαίνηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.
根据实际发生的事情本身,无论哪种显得更好,人们就选择那些并因为这些原因而选择。
§1.17.10διὸ δὴ ἐν τοῖς τοιούτοις τὸ βουλεύσασθαί ἐστι τὸ πῶς δεῖ, ἐν δὲ ταῖς ἐπιστήμαις οὔ.
因此,正是在这些事情中,合议在于“应当如何”,而在科学中则不然。
οὐθεὶς γὰρ βουλεύεται πῶς δεῖ γράψαι τὸ ὄνομα Ἀρχικλέους, ὅτι ἐστὶν ὡρισμένον πῶς δεῖ ῎ξγράψαι τὸ ὄνομα Ἀρχικλέους.
因为没有人合议应当如何书写“阿基克勒斯”这个名字,因为应当如何书写“阿基克勒斯”这个名字是确定的。
ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν.
因此,错误并不是产生在思考中,而是产生在书写的现实活动中。
ἐν οἷς γὰρ μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ τούτων· ἀλλʼ ἐν οἷς ἤδη ἀόριστόν ἐστι τὸ ὡς δεῖ, ἐνταῦθα ἡ ἁμαρτία.
因为在那些思考中不会产生错误的事情上,人们并不进行合议;而在那些“应当如何”已经是不确定的事情中,便会产生错误。
§1.17.11ἔστιν δʼ ἐν τοῖς πρακτοῖς τὸ ἀόριστον, καὶ ἐν οἷς διτταὶ αἱ ἁμαρτίαι.
而不确定的事物存在于可行的事情中,也存在于其中有着双重错误的事情中。
ἁμαρτάνομεν οὗν ἐν τοῖς πρακτοῖς καὶ ἐν τοῖς κατὰ τὰς ἀρετὰς ὁμοίως.
因此,我们在可行的事情中以及在符合德性的事情中都同样犯错。
τῆς γὰρ ἀρετῆς στοχαζόμενοι ἁμαρτάνομεν ἐπὶ τὰς πεφυκυίας ὁδούς.
因为在瞄准德性时,我们偏离了天生的道路而犯错。
ἔστι γὰρ καὶ ἐν ἐλλείψει καὶ ἐν ὑπερβολῇ ἁμαρτία, ἐφʼ ἑκάτερα δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ καλὰ φεύγομεν.
因为在不足和过度中都存在错误,而对于这两方面,我们都是因为快乐和痛苦而被驱使;因为出于快乐,我们做卑劣的事,而出于痛苦,我们逃避高尚的事。

词汇与语法注释

  1. ¦15¦ἐν αἱρέσει ὄντος — 独立属格(绝对属格)结构,由名词 αἵρεσις(选择、选项)和分词 ὄντος 构成,表示“在存在选择[空间]时”或“在有选择的余地时”的时间或条件。
  2. ¦25¦συνδυαζομένων τινῶν τούτων — 属格补语(表示构成要素的属格),作为不定式 εἶναι 的表语。字面意思是“选择必然是由这些[魂中所产生的事物]中的某些要素结合而成的”。分词 συνδυαζομένων 修饰 τινῶν τούτων。
  3. ¦30¦δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι — 主句(δῆλον ὅτι...)从句中的谓语。这是无人称动词 δεῖ 的希求法形式,伴随表示潜在可能性的 ἂν,表示逻辑上的结论或可能性:“有必要首先对它们进行思考和考量。”
  4. ¦1189b¦ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι — 包含 ἄν 和现在时虚拟语气 προαιρώμεθα 的条件从句。表示现在或未来的普遍条件:“因为如果我们经过考量(由不定过去时分词 βουλευσάμενοι 表示)后选择做某事。”

引用这一段

亚里士多德, 大伦理学 §1.17.1-1.17.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.17.1-1.17.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。