§1.14.1πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ ἀνάγκης.
因此,首先应当对强力与必然进行讨论。
ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις.
因为强力也存在于无生物之中。
ἑκάστοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος, μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιάσασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω.
因为无生物的每一类都有其被赋予的专属位置,火在上方,而土在下方;然而,强迫石头向上运动以及火向下运动,确实是可能的。
§1.14.2ἔστι δε καὶ τὸ ζῷον βιάσασθαι, οἷον ἵππον ἐπ᾿ ὀρθὸν θέοντα ἀντιλαμβανόμενον ἀποστρέψαι.
而且也可以强迫动物,例如拉住一只正朝前方奔跑的马并使之转弯。
ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ βούλονται ποιεῖν, ἐροῦμεν βιαζομένοις ἂν ποιῶσι ποιεῖν· ἐν οἷ δ᾿ ἐν αὐτοῖς ἐστιν ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.
因此,对于那些做出违背自然或违背其意愿之事的原因存在于外部的人,如果他们行动,我们将说他们是在被强迫的情况下行动的;而对于那些原因存在于他们自身内部的人,我们则不再说他们是被强迫的。
§1.14.3εἰ δὲ μή, ὁ ἀκρατὴς ἀντερεῖ, οὐ φάσκων φαῦλος εἶναι· βιαζόμενος γάρ φήσει ὑπὸ τῆς ἐπιθυμίας τὰ φαῦλα πράττειν.
否则,无自制者将会反驳,否认自己是卑劣的;因为他会说,自己是在被欲望强迫之下才做出卑劣行为的。