§1.15.1τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)·
因此,让我们对“被强迫者”作如下定义:“那些其原因在外部、且人们受此原因强迫而行动的事物”(“而那些原因在内部且在他们自身之中的事物,则不是被强迫的”)。
πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ τοῦ ἀναγκαίου λεκτέον.
接下来,我们必须再次讨论必然与必然者。
τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν.
然而,并不应该在所有情况下或在所有事物中都谈论必然者,例如我们为了快乐而做的一切事情。
εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.
因为如果有人说“我是受快乐的强迫去勾引朋友妻子的”,那他就是荒谬的。
§1.15.2τὸ γὰρ ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων.
因为必然者并不存在于所有事物中,而是已经存在于外部事物之中,例如某人在情势强迫之下,为了换取其他更大的事物而遭受损失。
οἷον ἠναγκάσθην συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ ἂν εὗρον τὰ ἐν ἀγρῷ.
例如,“我被迫更急忙地走向田地;因为如果不这样,我就会发现田里的东西都坏了。
ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγκαῖον.
”因此,必然者存在于这类情况之中。