Humanitext Reader

亚里士多德 · 大伦理学 §1.11.1-1.11.5

作为行动本原的人与德性在于自身

第 13 段,共 71 段 · 希腊语

内容简介

人同样是基于某些本原产生自愿行动的主体。既然行动会发生变化,其本原(抉择与意愿)也随之变化,因此德性与恶德都在于我们自己。然而,正如身体一样,若无天性(资质)的配合,单凭意愿并不能让人成为最优秀的人。

§1.11.1οὕτω τοίνυν καὶ ὁμοίως τούτοις καὶ ἐπε᾿ ἀνθρώπου.
因此,与这些情况类似,在人身上也是如此。
ἐπειδὴ γὰρ γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρχῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικὸν ἔστίν.
因为既然人具有产生实质的能力,那么他从某些本原中,也同样具有产生人所进行的行动的能力。
τί γὰρ ἂν ἄλλο;
因为还能是别的什么呢?
οὔτε γὰρ ἀψύχων οὐθὲν λέγομεν πράττειν οὔτε τῶν ἐμψύχων τῶν ἄλλων ἔξω ἀνθρώπων.
因为我们既不认为任何无生物在行动,也不认为除人之外的其他任何生物在行动。
δῆλον οὖν ὅτι ὁ ἄνθρωπος τῶν πράξεών ἐστι γεννητικός.
显然,人是行动的产生者。
§1.11.2ἐπεὶ οὖν ὁρῶμεν μεταβαλλούσας τὰς πράξεις καὶ οὐδέποτε τὰ αὐτὰ πράττομεν εἰσὶν δὲ αἱ πράξεις γεγενημέναι ἔκ τινων ἀρχῶν, δῆλον ὅτι, ἐπειδὴ αἱ πράξεις μεταβάλλουσιν, καὶ αἱ ἀρχαὶ τῶν πράξεων, ἀφ᾿ ὧν εἰσί, μεταβάλλουσιν, ὥσπερ ἔφαμεν παραβάλλοντες ἐπὶ τῶν ἐν γεωμετρίᾳ.
因此,既然我们看到行动在发生变化,而且我们从未进行相同的行动,并且行动是由某些本原产生的,那么显而易见,既然行动在发生变化,行动从中产生的那些行动的本原也同样在发生变化,正如我们在拿几何学中的情况作比较时所说的那样。
§1.11.3ἀρχὴ δ᾿ ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν.
而高尚和卑劣行动的本原,就是抉择、意愿以及一切符合理性的东西。
δῆλον τοίνυν ὅτι καὶ αὗται μεταβάλλουσιν.
因此显而易见,这些也在发生变化。
μεταβάλλομεν δὲ καὶ ταῖς πράξεσιν ἑκόντες· ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μεταβάλλει [γὰρ] ἑκουσίως.
而且我们也是自愿地改变自己的行动;因此,作为本原的抉择,也是自愿地发生变化的。
ὥστε δῆλον ὅτι ἐφ᾿ ἡμῖν ἂν εἴη καὶ σπουδαίοις εἶναι καὶ φαύλοις.
所以显而易见,成为高尚的人或卑劣的人,都是在我们自己掌控之中的。
§1.11.4— ἴσως οὖν λέγοι ἄν τις, ἐπειδήπερ ἐπʼ ἐμοί ἐστιν τὸ δικαίῳ εἶναι καὶ σπουδαίῳ, ἐὰν βούλωμαι, ἔσομαι πάντων σπουδαιότατος.
— 那么,也许有人会说:“既然成为公正和高尚的人是在于我,如果我愿意,我就会成为所有人中最优秀的人。
οὐ δὴ δυνατὸν τοῦτο.
”但这确实是不可能的。
διὰ τί;
为什么?
ὅτι οὐδʼ ἐπὶ τοῦ σώματος γίγνεται τοῦτο.
因为即使在身体方面也不会发生这种情况。
οὐ γὰρ ἄν τις βούληται ἐπιμελεῖσθαι τοῦ σώματος, καὶ δὴ πάντων ἄριστον ἕξει τὸ σῶμα.
因为并非如果有人愿意照料身体,他就立刻能拥有在所有人中最好的身体。
δεῖ γὰρ μὴ μόνον τὴν ἐπιμέλειαν ὑπάρχειν, ἀλλὰ καὶ τῇ φύσει γίνεσθαι τὸ σῶμα καλὸν κἀγαθόν.
因为不仅需要有照料,而且身体在天性上变得优美和健康也是必要的。
βέλτιον μὲν οὖν ἕξει τὸ σῶμα, ἄριστα μέντοι πάντων οὔ.
因此,他会使身体处于更好的状态,但绝不会是所有人中最好的。
§1.11.5ὁμοίως δὲ δεῖ ὑπολαμβάνειν καὶ ἐπὶ ψυχῆς· οὐ γὰρ ἔσται ὁ προαιρούμενος εἶναι σπουδαιότατος, ἂν μὴ καὶ ἡ φύσις ὑπάρξῃ, βελτίων μέντοι ἔσται.
在灵魂方面也必须同样地理解;因为如果天性不具备,即使抉择成为最优秀的人,他也不会成为最优秀的人,然而他会变得更好。

词汇与语法注释

  1. §1.11.1γεννητικόν ἐστιν ἄνθρωπος οὐσίας, ἔκ τινων ἀρχῶν καὶ τῶν πράξεων ὧν πράττει ἄνθρωπος γεννητικόν ἐστιν. — 从整句结构来看,γεννητικόν ἐστιν 出现了两次。第一个 γεννητικόν ἐστιν 承接前文(§1.10.1),指“人具有产生实在(即子嗣等本质)的能力”;第二个 γεννητικόν ἐστιν 则指“人也从某些本原(ἔκ τινων ἀρχῶν)中具有产生自身行动的能力”。在此,τῶν πράξεων 是受 γεννητικόν 支配的宾格性属格。
  2. §1.11.3ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις — 校勘本中置于方括号内的 [καὶ] 和 [γὰρ] 被认为是不必要的插入口(重复或抄写错误)。去掉它们后,ἡ ἀρχὴ ἡ προαίρεσις 构成同格结构,意为“本原,即抉择”。
  3. §1.11.4οὐ γὰρ ἄν τις βούληται... καὶ δὴ... ἕξει — 否定词 οὐ 否定了由 ἄν(= ἐάν)引导的整个条件句结构,逻辑为“并不是说如果有人愿意……他就[立刻]拥有……”。小词 καὶ δὴ 强调了条件满足时结果立即发生的语气。

引用这一段

亚里士多德, 大伦理学 §1.11.1-1.11.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg022.humanitext-grc1:1.11.1-1.11.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。