§9Ἐπεὶ δʼ ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ ἀπὸ τῶν 9 δεξιῶν, καὶ ἅμα τἀναντία κινεῖται, ὥστε μὴ εἶναι τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ ἀριστερὸν μηδʼ αὖ τῷ τοῦτο ἐκεῖνο, ἀεὶ δʼ ἐν τῷ ἀνωτέρω ἀμφοτέρων ἡ ἀρχή, ἀνάγκη ἐν τῷ μέσῳ εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς τῆς κινούσης·
既然左侧与对侧的右侧具有同样的关系,并且相反的运动同时发生,以至于并非由于右侧静止而左侧运动,反之亦非由于左侧静止而右侧运动,而是起点始终处于两者的更高处,所以产生运动的灵魂的起点必然存在于中间;因为对于两端而言,中间就是其极限。
ἀμφοτέρων γὰρ τῶν ἄκρων τὸ μέσον ἔσχατον. ὁμοίως δʼ ἔχει πρὸς τὰς κινήσεις τοῦτο καὶ τὰς ἀπὸ τοῦ ἄνω καὶ κάτω, οἷον τὰς ἀπὸ τῆς κεφαλῆς πρὸς τὰ ἀπὸ τῆς ῥάχεως τοῖς ἔχουσι ῥάχιν.
这对于来自上方和下方的运动也是同样的关系,例如在具有脊椎的动物中,来自头部的运动与来自脊椎的运动。
καὶ εὐλόγως δὲ τοῦτο συμβέβηκεν· καὶ γὰρ τὸ αἰσθητικὸν ἐνταῦθα εἶναί φαμεν, ὥστʼ ἀλλοιουμένου διὰ τὴν αἴσθησιν τοῦ τόπου τοῦ περὶ τὴν ἀρχὴν καὶ μεταβάλλοντος τὰ ἐχόμενα συμμεταβάλλει ἐκτεινόμενά τε καὶ συναγόμενα τὰ μόρια, ὥστʼ ἐξ ἀνάγκης διὰ ταῦτα γίνεσθαι τὴν κίνησιν τοῖς ζῴοις.
而这种情况的发生是合乎理性的;因为我们说感觉能力就在那里,所以当起点周围的部位因感觉而改变并发生变化时,与之相接的部分也随着伸展和收缩而一同变化,结果必然通过这些在动物身上产生运动。
τὸ δὲ μέσον τοῦ σώματος μέρος δυνάμει μὲν ἕν, ἐνεργείᾳ δʼ ἀνάγκη γίνεσθαι πλείω· καὶ γὰρ ἅμα κινεῖται τὰ κῶλα ἀπὸ τῆς ἀρχῆς, καὶ θατέρου ἠρεμοῦντος θάτερον κινεῖται.
而身体的中部在潜能上是一个,但在现实中必然成为多个;因为四肢是从起点同时运动的,且在一者静止时,另一者在运动。
λέγω δʼ οἷον ἐπὶ τῆς ΑΒΓ τὸ Β κινεῖται, κινεῖ δὲ τὸ Α. ἀλλὰ μὴν δεῖ γέ τι ἠρεμεῖν, εἰ μέλλει τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν.
我的意思是,例如在线段 ABC 上,B 在运动,而 A 在推动它。 但是,如果一者要被运动,另一者要推动,就必然有某种东西保持静止。
ἓν ἄρα δυνάμει ὂν τὸ Α ἐνεργείᾳ δύο ἔσται, ὥστʼ ἀνάγκη μὴ στιγμὴν ἀλλὰ μέγεθός τι εἶναι.
因此,在潜能上为一的 A,在现实中将成为二,所以它必然不是一个点,而是一个具有大小的量。
ἀλλὰ μὴν ἐνδέχεται τὸ Γ ἄμα τῷ Β κινεῖσθαι, ὥστʼ ἀνάγκη ἀμφοτέρας τὰς ἀρχὰς τὰς ἐν τῷ Α κινουμένας κινεῖν.
但是,C 也有可能与 B 同时运动,因此必然地,在 A 中的这两个起点作为被运动者来进行推动。
δεῖ τι ἄρα εἶναι παρὰ ταύτας ἕτερον τὸ κινοῦν, καὶ μὴ κινούμενον.
那么,在这两者之外,必然存在另一个推动着、且其自身不被运动的东西。
ἀπερείδοιντο μὲν γὰρ ἂν τὰ ἄκρα καὶ αἱ ἀρχαὶ αἱ ἐν τῷ Α πρὸς ἀλλήλας κινουμένων, ὥσπερ ἂν εἴ τινες τὰ νῶτα ἀντερείδοντες κινοῖεν τὰ σκέλη.
因为当它们运动时,两端和在 A 中的起点将会互相支撑,就像有人靠着背互相顶着来移动双腿一样。
ἀλλὰ τὸ κινοῦν ἄμφω ἀκίνητον ἀναγκαῖον εἶναι, τοῦτο δʼ ἐστὶν ἡ ψυχή, ἕτερον μὲν οὖσα | τοῦ μεγέθους τοῦ τοιούτου, ἐν τούτῳ δʼ οὗσα.
但是推动两者的东西必然是不动的,而这就是灵魂,它虽然存在于此,却与这种大小的物体不同。
§1010 Κατὰ μὲν οὖν τὸν λόγον τὸν λέγοντα τὴν αἰτίαν τῆς κινήσεως ἐστὶν ἡ ὄρεξις τὸ μέσον, ὃ κινεῖ κινούμενον· ἐν δὲ τοῖς ἐμψύχοις σώμασι δεῖ τι εἶναι σῶμα τοιοῦτον.
因此,根据说明运动原因的理论(逻各斯),欲求是中间者,它作为被动者来进行推动;但是在具魂的身体(生命体)中,必然存在某种具有这种性质的身体(物体)。
τὸ μὲν οὖν κινούμενον μὲν μὴ πεφυκὸς δὲ κινεῖν δύναται πάσχειν κατʼ ἀλλοτρίαν δύναμιν· τὸ δὲ κινοῦν ἀναγκαῖον ἔχειν τινὰ δύναμιν καὶ ἰσχύν.
至于被运动、但在本性上不能推动他物的东西,能够根据外在的力量而受动;但是,推动者必然具有某种力量和强度。
πάντα δὲ φαίνεται τὰ ζῷα καὶ ἔχοντα πνεῦμα σύμφυτον καὶ ἰσχύοντα τούτῳ.
而所有的动物似乎都具有先天具生的精气(普纽玛),并由此获得强度。
τίς μὲν οὖν ἡ σωτηρία τοῦ συμφύτου πνεύματος, εἴρηται ἐν ἄλλοις· τοῦτο δὲ πρὸς τὴν ἀρχὴν τὴν ψυχικὴν ἔοικεν ὁμοίως ἔχειν ὥσπερ τὸ ἐν ταῖς καμπαῖς σημεῖον, τὸ κινοῦν καὶ κινούμενον, πρὸς τὸ ἀκίνητον.
关于这种先天具生精气的维持,已在其他著作中讨论过;而这对于灵魂的起点,似乎就如同关节中的那个点(作为运动并被运动者)对于不动之物的关系一样。
ἐπεὶ δʼ ἡ ἀρχὴ τοῖς μὲν ἐν τῇ καρδίᾳ τοῖς δʼ ἐν τῷ ἀνάλογον, διὰ τοῦτο καὶ τὸ πνεῦμα τὸ σύμφυτον ἐνταῦθα φαίνεται ὄν.
既然起点在某些动物中是在心脏中,而在另一些动物中是在与心脏相当的部分,因此先天具生的精气也显然存在于该处。
πότερον μὲν οὖν ταὐτόν ἐστι τὸ πνεῦμα ἀεὶ ἢ γίνεται ἀεὶ ἕτερον, ἔστω ἄλλος λόγος (ὁ αὐτὸς γάρ ἐστι καὶ περὶ τῶν ἄλλων μορίων)· φαίνεται δʼ εὐφυῶς ἔχον πρὸς τὸ κινητικὸν εἶναι καὶ παρέχειν ἰσχύν.
至于精气是始终同一,还是始终变成其他东西,且作另文讨论(因为关于其他部分也存在同样的讨论);但它显然生来就适合作为推动者并提供强度。
τὰ δʼ ἔργα τῆς κινήσεως ὦσις καὶ ἕλξις, ὥστε δεῖ τὸ ὄργανον αὐξάνεσθαί τε δύνασθαι καὶ συστέλλεσθαι.
而运动的作用是推和拉,因此器官必须能够膨胀和收缩。
τοιαύτη δʼ ἐστὶν ἡ τοῦ πνεύματος φύσις· καὶ γὰρ ἀβίαστος συστελλομένη, καὶ βιαστικὴ καὶ ὠστικὴ διὰ τὴν αὐτὴν αἰτίαν, καὶ ἔχει καὶ βάρος πρὸς τὰ πυρώδη καὶ κουφότητα πρὸς τὰ ἐναντία.
而精气的本性正是如此;因为它是无须外力地收缩,且由于同样的原因而具有强制性和推动性,并且相对于火状物具有重量,而相对于其相反者则具有轻量。
δεῖ δὲ τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει τοιοῦτον εἶναι· κρατεῖ γὰρ κατὰ τὴν ὑπεροχὴν τὰ φυσικὰ σώματα ἀλλήλων, τὸ μὲν κοῦφον κάτω ὑπὸ τοῦ βαρυτέρου ἀπονικώμενον, τὸ δὲ βαρὺ ἄνω ὑπὸ τοῦ κουφοτέρου.
但是,准备推动的物体必须在不发生质变的情况下具有这种性质;因为自然物体通过优势而互相克服,轻者被较重者战胜而向下,重者被较轻者(战胜)而向上。
ᾧ μὲν οὖν κινεῖ κινουμένῳ μορίῳ ἡ ψυχή, εἴρηται, καὶ διʼ ἣν αἰτίαν· ὑποληπτέον δὲ συνεστάναι τὸ ζῷον ὥσπερ πόλιν εὐνομουμένην.
因此,灵魂借由何种被运动的部分来进行推动,以及为了什么原因,已经说明了;应当设想,动物的构造就如同一个治理良好的城邦。
ἔν τε γὰρ τῇ πόλει ὅταν ἅπαξ συστῇ ἡ τάξις, οὐδὲν δεῖ κεχωρισμένου μονάρχου, ὃν δεῖ παρεῖναι παῤ ἕκαστον τῶν γινομένων, ἀλλʼ αὐτὸς ἕκαστος ποιεῖ τὰ αὐτοῦ ὡς τέτακται, καὶ γίνεται τόδε μετὰ τόδε διὰ τὸ ἔθος·
因为在城邦中,秩序一旦建立,就不需要一个独立的君主亲自参与发生的每一件事,而是每个人都按照规定做好自己的工作,并且由于习惯,一件事接着一件事地发生。
ἔν τε τοῖς ζῴοις τὸ αὐτὸ τοῦτο διὰ τὴν φύσιν γίνεται καὶ τῷ πεφυκέναι ἕκαστον οὕτω συστάντων ποιεῖν τὸ αὐτοῦ ἔργον, ὥστε μηδὲν δεῖν ἐν ἑκάστῳ εἶναι ψυχήν, ἀλλʼ ἔν τινι ἀρχῇ τοῦ σώματος οὔσης τἆλλα ζῆν μὲν τῷ προσπεφυκέναι, ποιεῖν δὲ τὸ ἔργον τὸ αὑτῶν διὰ τὴν φύσιν.
而在动物中,这同样的事情也是通过自然而发生的,并且由于这样构造出来的每个部分在性质上都适合做好它自己的工作,因此不需要在每个部分中都存在灵魂,而是当灵魂存在于身体的某个起点时,其他部分因为自然连结而生存,并由于自然而做好它们自己的工作。