§4Ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανοῦ μορίων, 4 ἣν ὡς οὖσαν οἰκείαν τοῖς εἰρημένοις ἐπισκέψαιτʼ ἄν τις.
关于天体部分的运动,存在着一个难问, 4 人们可以将它作为与已讨论过的事情切合的内容来加以考察。
ἐὰν γάρ τις ὑπερβάλλῃ τῇ δυνάμει τῆς κινήσεως τὴν τῆς γῆς ἠρεμίαν, δῆλον ὅτι κινήσει αὐτὴν ἀπὸ τοῦ μέσου.
因为如果有人在运动力量上超过了地球的静止力量,显然他就会把地球从中心位置移开。
καὶ ἡ ἰσχὺς δʼ ἀφʼ ἧς αὕτη ἡ δύναμις, ὅτι οὐκ ἄπειρος, φανερόν· οὐδὲ γὰρ ἡ γῆ ἄπειρος, ὥστʼ οὐδὲ τὸ βάρος αὐτῆς.
而产生这一力量的强力并非无限,这也是显而易见的;因为地球并非无限,所以它的重量也不是无限的。
ἐπεὶ δὲ τὸ ἀδύνατον λέγεται πλεοναχῶς (οὐ γὰρ ὡσαύτως τήν τε φωνὴν ἀδύνατόν φαμεν εἶναι ὁραθῆναι καὶ τοὺς ἐπὶ τῆς σελήνης ὑφʼ ἡμῶν· τὸ μὲν γὰρ ἐξ ἀνάγκης, τὸ δὲ πεφυκὸς ὁρᾶσθαι οὐκ ὀφθήσεται), τὸν δʼ οὐρανὸν ἄφθαρτον εἶναι καὶ ἀδιάλυτον οἰόμεθα μὲν ἐξ ἀνάγκης, συμβαίνει δὲ κατὰ τοῦτον τὸν λόγον οὐκ ἐξ ἀνάγκης· (πέφυκε γὰρ καὶ ἐνδέχεται εἶναι κίνησιν μείζω καὶ ἀφʼ ἧς ἠρεμεῖ ἡ γῆ καὶ ἀφʼ ἧς κινοῦνται τὸ πῦρ καὶ τὸ ἄνω σῶμα)· εἰ μὲν οὖν εἰσὶν ὑπερέχουσαι κινήσεις, διαλυθήσεται ταῦτα ὑπʼ ἀλλήλων· εἰ δὲ μὴ εἰσὶ μέν, ἐνδέχεται δʼ εἶναι (ἄπειρον γὰρ οὐκ ἐνδέχεται διὰ τὸ μηδὲ σῶμα ἐνδέχεσθαι ἄπειρον εἶναι), ἐνδέχοιτʼ ἂν διαλυθῆναι τὸν οὐρανόν.
既然“不可能”有多种含义(因为我们说“声音是看不见的”和我们说“月球上的人无法被我们看见”是不一样的;前者是因为必然性,而后者虽然具有被看见的本性,却不会被看见),而我们一方面认为天体因必然性修而是不灭和不可解体的,但另一方面根据这一论证,情况却并非出于必然(因为本性上可能存在着一种更大的运动,既大于地球据以静止的力量,也大于火和上方天体据以运动的力量);因此,如果确实存在着超越的运动,这些事物就会被彼此解体;但如果它们现在不存在,却有可能存在(因为由于身体不可能无限,无限的运动也是不可能的),那么天体就有可能被解体。
τί γὰρ κωλύει τοῦτο συμβῆναι, εἴπερ μὴ ἀδύνατον;
因为,如果这并非不可能,又有什么能阻止它的发生呢?
οὐκ ἀδύνατον δέ, εἰ μὴ τἀντικείμενον ἀναγκαῖον.
而如果其对立面并非必然,它就不是不可能的。
ἀλλὰ περὶ μὲν τῆς ἀπορίας ταύτης ἕτερος ἔστω λόγος ἆρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου, μηδὲν ὃν ἐκείνου μόριον, ἢ οὔ;
不过,关于这个难问,还是留待另一个讨论吧。 但是,在运动着的物体之外,是否必须存在着某种非其一部分、且不动而静止的东西?
καὶ τοῦτο πότερον καὶ ἐπὶ τοῦ παντὸς οὕτως ὑπάρχειν ἀναγκαῖον;
而这对于宇宙整体而言,是否也必然如此存在?
ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός.
因为如果运动的始原在内部,或许看起来会是荒谬的。
διὸ δόξειεν ἂν τοῖς οὕτως ὑπολαμβάνουσιν εὖ εἰρῆσθαι Ὁμήρῳ
ἀλλ᾿ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε
Ζῆνʼ ὕπατον πάντων, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε· πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι.
因此,对于这样认为的人来说,荷马所说的似乎很好: “但是你们无法从天上把至高无上的宙斯拉到地面,即使你们费尽力气;所有的男神和所有的女神,你们都来拉住吧。
τὸ γὰρ ὅλως ἀκίνητον ὑπʼ οὐδενὸς ἐνδέχεται κινηθῆναι.
” 因为完全不动的东西是不可能被任何东西运动的。
ὅθεν λύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία, πότερον ἐνδέχεται ἢ οὐκ ἐνδέχεται διαλυθῆναι τὴν τοῦ οὐρανοῦ σύστασιν, εἰ ἐξ ἀκίνητου ἤρτηται ἀρχῆς.
由此,很久以前提到的难问也得到了解决,即如果天体的构造悬挂在一个不动的始原上,那么它是否可能被解体。
ἐπὶ δὲ τῶν ζῴων οὐ μόνον τὸ οὕτως ἀκίνητον δεῖ ὑπάρχειν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινουμένοις κατὰ τόπον ὅσα κινεῖ αὐτὰ αὑτά.
但在动物的情形中,不仅必须存在着这种外在的不动之物,而且在那些通过自身在空间中运动的动物内部也必须存在。
δεῖ γὰρ αὐτοῦ τὸ μὲν ἠρεμεῖν τὸ δὲ κινεῖσθαι, πρὸς ὃ ἀπερειδόμενον τὸ κινούμενον κινήσεται, οἷον ἄν τι κινῇ τῶν μορίων· ἀπερείδεται γὰρ θάτερον ὡς πρὸς μένον θάτερον.
因为,当它运动其任何部分时,其中一部分必须静止,另一部分必须运动,运动的部分将以此静止部分为支撑而运动;因为其中一部分支撑在另一部分保持静止的基础上。
περὶ δὲ τῶν ἀψύχων ὅσα κινεῖται ἀπορήσειεν ἄν τις, πότερον ἅπαντ’ ἔχει ἐν ἑαυτοῖς καὶ τὸ ἠρεμοῦν καὶ τὸ κινοῦν, καὶ πρὸς τῶν ἔξω τι ἠρεμούντων ἀπερείδεσθαι ἀνάγκη καὶ ταῦτα, ἢ ἀδύνατον, οἷον πῦρ ἢ γῆν ἢ τῶν ἀψύχων τι, ἀλλ᾿ ὑφʼ ὧν ταῦτα κινεῖται πρώτων.
然而,关于所有运动的无生命物,人们可能会产生疑问:它们是否也在自身中既有静止者又有推动者,并且它们是否也必须在外部某些静止之物上支撑自己,或者这是不可能的(例如火、土或任何无生命物,而是由最先推动它们的东西推动的)?
πάντα γὰρ ὑπʼ ἄλλου κινεῖται τὰ ἄψυχα, ἀρχὴ δὲ πάντων τῶν οὕτως κινουμένων τὰ αὐτὰ αὑτὰ κινοῦντα.
因为一切无生命物都是被他物推动的,而所有如此被推动之物的始原,就是那些自我运动之物。
τῶν δὲ τοιούτων περὶ μὲν τῶν ζῴων εἴρηται· τὰ γὰρ τοιαῦτα πάντα ἀνάγκη καὶ ἐν αὐτοῖς ἔχειν τὸ ἠρεμοῦν, καὶ ἔξω πρὸς ὃ ἀπερείσεται.
在这些事物中,关于动物的部分已经说过了;因为所有这类事物在自身中必须有静止的部分,在外部也必须有其可作支撑的部分。
εἰ δέ τι ἐστὶν ἀνωτέρω καὶ πρώτως κινοῦν, ἄδηλον, καὶ ἄλλος λόγος περὶ τῆς τοιαύτης ἀρχῆς.
但是否存在着某种更高且最先推动的东西,这并不明朗,关于这样的始原也是另一个讨论。
τὰ δὲ ζῷα ὅσα κινεῖται, πάντα πρὸς τὰ ἔξω ἀπερειδόμενα κινεῖται, καὶ ἀναπνέοντα καὶ ἐκπνέοντα.
但所有运动着的动物,在运动时都会在外部事物上获得支撑,无论是在吸气还是在呼气时。
οὐδὲν γὰρ διαφέρει μέγα ῥῖψαι βάρος ἢ μικρόν, ὅπερ ποιοῦσιν οἱ πτύοντες καὶ βήττοντες καὶ οἱ εἰσπνέοντες καὶ ἐκπνέοντες.
因为投掷一个重物与投掷一个轻物并没有什么太大的区别,而这正是人们吐痰、咳嗽以及吸气和呼气时所做的事情。