Humanitext Reader

亚里士多德 · 论长寿与短寿 §3-4

作为消灭原因的相反者与动植物寿命

第 2 段,共 4 段 · 希腊语

内容简介

作者讨论了作为毁灭原因的相反事物的存在,以及有质事物实际上不可毁灭的不可能性,进而根据体积、栖息地、是否有血等自然属性分析了各种动植物的寿命规律。

§3Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως, ἆρ’ ἔστιν οὖ ἄφθαρτον ἔσται τὸ φθαρτόν, οἷον τὸ πῦρ ἄνω, οὗ μή ἐστι τὸ ἐναντίον.
也许有人会合理地提出疑问:是否存在一个地方,使易毁灭的事物在其中变得不可毁灭,例如上方之火,那里没有与之相反的事物?
Φθείρεται γὰρ τὰ μὲν ὑπάρχοντα τοῖς ἐναντίοις κατὰ συμβεβηκός, τῷ ἐκεῖνα φθείρεσθαι· ἀναιρεῖται γὰρ τἀναντία ὑπ’ ἀλλήλων·
因为具有相反属性的事物是间接地、随着那些相反事物的毁灭而毁灭的;因为相反的事物是被彼此消灭的。
κατὰ συμβεβηκὸς δ’ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται, διὰ τὸ μηθενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν.
但是在实体中的相反事物,没有一个是以间接方式毁灭的,因为实体不作为任何基体的谓语而被陈述。
Ὥσθ’ ᾧ μή ἐστιν ἐναντίον καὶ ὅπου μή ἐστιν, ἀδύνατον ἂν εἴη φθαρῆναι· τί γὰρ ἔσται τὸ φθεροῦν, εἴπερ ὑπ’ ἐναντίων μὲν φθείρεσθαι συμβαίνει μόνων, τοῦτο δὲ μὴ ὑπάρχει, ἢ ὅλως ἢ ἐνταῦθα;
因此,对于没有相反事物、以及在没有相反事物的地方,毁灭将是不可能的;因为,如果毁灭确实仅由于相反事物而发生,而这(相反事物)无论在整体上还是在该处都不存在,那么又有什么能成为消灭它的力量呢?
Ἢ τοῦτο τῇ μὲν ἀληθές ἐστι τῇ δ’ οὔ·
或者,这在一方面是真实的,在另一方面则不然?
ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον.
因为对于拥有物质的事物来说,在某种意义上不存在相反事物是不可能的。
Πάντῃ μὲν γὰρ ἐνεῖναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, πᾶν δ’ εἶναι ἀδύνατον ἢ θερμὸν ἢ εὐθὺ ἢ λευκόν· ἔσται γὰρ τὰ πάθη κεχωρισμένα.
因为虽然热或直有可能无处不在,但一切事物都是热的、或直的、或白的是不可能的;因为这样一来,属性就将独立存在了。
Εἰ οὖν, ὅταν ἅμα ᾖ τὸ ποιητικὸν καὶ τὸ παθητικόν, ἀεὶ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἀδύνατον μὴ μεταβάλλειν.
那么,如果每当主动者与被动者在一起时,一者总是施加作用而另一者总是承受作用,它们就不可能不发生变化。
Ἔτι καὶ εἰ ἀνάγκη περίττωμα ποιεῖν, τὸ δὲ περίττωμα ἐναντίον· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή, τὸ δὲ περίττωμα ὑπόλειμμα τοῦ προτέρου.
此外,如果必须产生残余物,而残余物是相反的;因为变化总是从相反者开始,而残余物是先前之物的残留。
Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἂν ἐνταῦθ’ ἄφθαρτον ἂν εἴη.
但如果它驱逐了所有现实中相反的东西,即使在那种情况下,它在那个地方也会是不可毁灭的吗?
Ἢ οὔ, ἀλλ’ ὑπὸ τοῦ περιέχοντος φθείρεται.
或者并非如此,而是被周围的环境所毁灭。
Εἰ μὲν οὖν ἱκανόν, ἐκ τῶν εἰρημένων· εἰ δὲ μή, ὑποθέσθαι δεῖ ὅτι ἔνεστί τι ἐνεργείᾳ ἐναντίον, καὶ περίττωμα γίνεται.
如果这已足够,则从已说的话中即可明白;如果不够,我们必须假定其中存在着某种现实中相反的东西,并且产生残余物。
Διὸ ἡ ἐλάττων φλὸξ κατακάεται ὑπὸ τῆς πολλῆς κατὰ συμβεβηκός, ὅτι ἡ τροφὴ ἣν ἐκείνη ἐν πολλῷ χρόνῳ ἀναλίσκει τὸν καπνόν, ταύτην ἡ πολλὴ φλὸξ ταχύ.
因此,微弱的火焰会被猛烈的火焰间接地烧尽,因为猛烈火焰能迅速消耗掉微弱火焰需要很长时间才能消耗的养分——即烟雾。
Διὸ πάντα ἀεὶ ἐν κινήσει ἐστί, καὶ γίνεται ἢ φθείρεται.
因此,一切事物总是处于运动中,并且要么产生,要么毁灭。
Τὸ δὲ περιέχον ἢ συμπράττει ἢ ἀντιπράττει.
而周围的环境要么起促进作用,要么起阻碍作用。
Καὶ διὰ τοῦτο μετατιθέμενα πολυχρονιώτερα μὲν γίνεται καὶ ὀλιγοχρονιώτερα τῆς φύσεως, ἀΐδια δ’ οὐδαμοῦ, ὅσοις ἐναντία ἐστίν· εὐθὺς γὰρ ἡ ὕλη τὸ ἐναντίον ἔχει.
因此,当环境改变时,它们的寿命会变得比其本性更长或更短,但在所有具有相反事物的东西中,它们绝不会是永恒的;因为物质立即拥有相反者。
Ὥστ’ εἰ μὲν τοῦ ποῦ, κατὰ τόπον μεταβάλλει, εἰ δὲ τοῦ ποσοῦ, κατ’ αὔξησιν καὶ φθίσιν· εἰ δὲ πάθους, ἀλλοιοῦται.
所以,如果是“在何处”的变化,就在空间上发生变化;如果是数量的变化,就在增加和减少上发生变化;如果是属性的变化,就发生质变。
§4Ἔστι δ’ οὔτε τὰ μέγιστα ἀφθαρτότερα (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερον) οὔτε τὰ μικρά (ἐπέτεια γὰρ τὰ πολλὰ τῶν ἐντόμων) οὔτε τὰ φυτὰ ὅλως τῶν ζῴων (ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν) οὔτε τὰ ἔναιμα (μέλιττα γὰρ πολυχρονιώτερον ἐνίων ἐναίμων) οὔτε τὰ ἄναιμα (τὰ γὰρ μαλάκια ἐπέτεια μέν, ἄναιμα δέ) οὔτε τὰ ἐν τῇ γῇ (καὶ γὰρ φυτὰ ἐπέτειά ἐστι καὶ ζῷα πεζά) οὔτε τὰ ἐν τῇ θαλάττῃ· καὶ γὰρ ἐκεῖ βραχύβια καὶ τὰ ὀστρακηρὰ καὶ τὰ μαλάκια.
此外,既不是最大的事物更不易毁灭(因为马比人更短寿),也不是微小的(因为大多数昆虫是寿命只有一年的),也不是植物整体上比动物更不易毁灭(因为有些植物也是一年生的),也不是有血动物(因为蜜蜂比某些有血动物更长寿),也不是无血动物(因为软体动物虽是无血的,却是一年生的),既不是陆地上的(因为既有一年生的植物也有陆生动物),也不是海洋中的;因为在那里,贝壳类和软体动物也是短寿的。
Ὅλως δὲ τὰ μακροβιώτατα ἐν τοῖς φυτοῖς ἐστίν, οἷον ὁ φοῖνιξ· εἶτ’ ἐν τοῖς ἐναίμοις ζῴοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις, καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις.
但总体而言,最长寿的事物存在于植物中,例如椰枣树;其次,在有血动物中多于在无血动物中,在陆生动物中多于在水生动物中。
Ὥστε καὶ συνδυασθέντων ἐν τοῖς ἐναίμοις καὶ πεζοῖς τὰ μακροβιώτατα τῶν ζῴων ἐστίν, οἷον ἄνθρωπος καὶ ἐλέφας.
因此,当这两者结合在一起时,动物中最长寿的便存在于有血且陆生的动物中,例如人类和象。
Καὶ δὴ καὶ τὰ μείζω ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν τῶν ἐλαττόνων μακροβιώτερα· καὶ γὰρ καὶ τοῖς ἄλλοις συμβέβηκε τοῖς μακροβιωτάτοις μέγεθος, ὥσπερ καὶ τοῖς εἰρημένοις.
而且,一般说来,较大的事物比较小的更长寿;因为正如上述提到的那些一样,体积也属于其他最长寿的事物。

词汇与语法注释

  1. 3ἆρ’ ἔστιν οὖ ἄφθαρτον ἔσται τὸ φθαρτόν — 关系副词 οὗ 意为“……的地方”,将来时直陈语气 ἔσται 表示在假定领域中的结果。这里提出了一个难题:是否存在一个特定的地方,使得天生易毁灭的事物因为缺乏相反事物而变得不可毁灭。
  2. 3διὰ τὸ μηθενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν — 这是一个“对格+不定式”结构,其中对格 τὴν οὐσίαν 是不定式 κατηγορεῖσθαι 的逻辑主语。由于动词 κατηγορέω 支配属格以表示被陈述的对象,因此 μηθενὸς ὑποκειμένου(任何基体)使用属格。这表达了亚里士多德的经典定义:实体绝不作为任何其他基体的谓语而被陈述。
  3. 3ὅτι ἡ τροφὴ ἣν ἐκείνη ἐν πολλῷ χρόνῳ ἀναλίσκει τὸν καπνόν, ταύτην ἡ πολλὴ φλὸξ ταχύ. — 在关系从句 ἣν...ἀναλίσκει 中,τὸν καπνόν 与先行词 ἡ τροφή 同格,具体指明其性质为烟雾。在后半句 ταύτην ἡ πολλὴ φλὸξ ταχύ 中,省略了前半句的动词 ἀναλίσκει(消耗),应理解为“猛烈的火焰迅速[消耗]它”。
  4. 4φοῖνιξ — 虽然 φοῖνιξ 可以指神话中的不死鸟,但在此处它被归入植物分类(ἐν τοῖς φυτοῖς)中,因此在上下文中必须译为“椰枣树”。
  5. 4συνδυασθέντων — 这是动词 συνδυάζω 的被动分词中性复数属格构成的属格独立结构。在语境中,它指代前文提到的“有血(ἔναιμα)”和“陆生(πεζά)”这两个条件“结合起来”的情况。

引用这一段

亚里士多德, 论长寿与短寿 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg020.humanitext-grc1:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。