Humanitext Reader

亚里士多德 · 论长寿与短寿 §5

本性热湿的量质及环境对寿命的影响

第 3 段,共 4 段 · 希腊语

内容简介

作者阐明生物长寿与短寿的物理原因在于本性的热与湿(以及两者的数量和质量),并探讨了残余物、性生活、劳作以及栖息地的温度对寿命的影响。

§5Τὴν δ’ αἰτίαν περὶ τούτων ἁπάντων ἐντεῦθεν ἄν τις θεωρήσειεν.
人们可以从以下方面考察关于这一切的原因。
Δεῖ γὰρ λαβεῖν ὅτι τὸ ζῷόν ἐστι φύσει ὑγρὸν καὶ θερμόν, καὶ τὸ ζῆν τοιοῦτον, τὸ δὲ γῆρας ψυχρὸν καὶ ξηρόν, καὶ τὸ τεθνηκός· φαίνεται γὰρ οὕτως.
因为必须明白,动物在本性上是湿和热的,生命也是如此,而老年则是冷和干的,死者也是如此;因为事实显而易见就是这样。
Ὕλη δὲ τῶν σωμάτων τοῖς οὖσι ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν.
而对于存在的事物来说,其身体的物质就是这些:热与冷、干与湿。
Ἀνάγκη τοίνυν γηράσκοντα ξηραίνεσθαι.
因此,衰老者必然会变干。
Διὸ δεῖ μὴ εὐξήραντον εἶναι τὸ ὑγρόν.
所以,湿气必须是不易干燥的。
Καὶ διὰ τοῦτο τὰ λιπαρὰ ἄσηπτα.
由于这个原因,富含脂肪的物质是不易腐烂的。
Αἴτιον δ’ ὅτι ἀέρος· ὁ δ’ ἀὴρ πρὸς τἆλλα πῦρ· πῦρ δ’ οὐ γίνεται σαπρόν.
其原因在于它是由空气构成的;而空气与其他相比相当于火,火是不会腐烂的。
Οὐδ’ αὖ ὀλίγον δεῖ εἶναι τὸ ὑγρόν· εὐξήραντον γὰρ καὶ τὸ ὀλίγον.
另一方面,湿气也不能太少;因为少量的湿气也容易变干。
Διὸ καὶ τὰ μεγάλα καὶ ζῷα καὶ φυτὰ ὡς ὅλως εἰπεῖν μακροβιώτερα, καθάπερ ἐλέχθη πρότερον· εὔλογον γὰρ τὰ μείζω πλέον ἔχειν ὑγρόν.
所以,动物和植物,大体上说,体型大的更长寿,正如前面所说的那样;因为较大的事物拥有更多的湿气是合乎情理的。
Οὐ μόνον δὲ διὰ τοῦτο μακροβιώτερα· δύο γὰρ τὰ αἴτια, τό τε ποσὸν καὶ τὸ ποιόν, ὥστε δεῖ μὴ μόνον πλῆθος εἶναι ὑγροῦ, ἀλλὰ τοῦτο καὶ θερμόν, ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ.
然而,它们不仅仅是因为这个原因才更长寿;因为原因有两个,即数量和质量,所以不仅湿气要多,而且这湿气还必须是热的,使其既不易凝固也不易干燥。
Καὶ διὰ τοῦτο ἄνθρωπος μακρόβιον μᾶλλον ἐνίων μειζόνων· μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιὸν ἢ λείπεται κατὰ τὸ ποσόν.
正因如此,人比某些体型比自己更大的事物更长寿;因为那些在湿气数量上有所不足的事物,如果在质量上超出的比例大于在数量上不足的比例,就会更长寿。
Ἔστι δ’ ἐνίοις μὲν τὸ θερμὸν τὸ λιπαρόν, ὃ ἅμα ποιεῖ τό τε μὴ εὐξήραντον καὶ τὸ μὴ εὔψυκτον· ἐνίοις δ’ ἄλλον ἔχει χυμόν.
对某些事物来说,热的东西就是脂肪,它同时使事物既不易变干也不易变冷;而对另一些事物,则具有其他的液汁。
Ἔτι δεῖ τὸ μέλλον εἶναι μὴ εὔφθαρτον μὴ περιττωματικὸν εἶναι.
此外,要成为不易毁灭的事物,就不应该是多残余物的。
Ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ φύσει· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτικὴ ἡ μὲν τῆς φύσεως ἡ δὲ μορίου.
因为这种残余物会因疾病或因本性而带来毁灭;残余物的力量是相反且具有毁灭性的,一者毁灭整体本性,另一者毁灭部分。
Διὸ τὰ ὀχευτικὰ καὶ πολύσπερμα γηράσκει ταχύ· τὸ γὰρ σπέρμα περίττωμα, καὶ ἔτι ξηραίνει ἀπιόν.
因此,性交频繁且多精的事物衰老得快;因为精液是一种残余物,而且它在流出时还会使身体变干。
Καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος ἵππου καὶ ὄνου, ἐξ ὧν ἐγένετο, καὶ τὰ θήλεα τῶν ἀρρένων, ἐὰν ὀχευτικὰ ᾖ τὰ ἄρρενα· διὸ οἱ στρουθοὶ οἱ ἄρρενες βραχυβιώτεροι τῶν θηλειῶν.
正因如此,骡子比生出它的马和驴更长寿,而如果雄性性交频繁,雌性就比雄性更长寿;所以雄家雀比雌的短寿。
Ἔτι δὲ καὶ ὅσα πονητικὰ τῶν ἀρρένων, καὶ διὰ τὸν πόνον γηράσκει μᾶλλον· ξηραίνει γὰρ ὁ πόνος, τὸ δὲ γῆρας ξηρόν ἐστιν.
此外,雄性中那些劳碌的,也因劳碌而衰老得更快;因为劳碌会使身体变干,而老年就是干燥的。
Φύσει δὲ καὶ ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τὰ ἄρρενα τῶν θηλειῶν μακροβιώτερα· αἴτιον δ’ ὅτι θερμότερον ζῷον τὸ ἄρρεν ἐστὶ τοῦ θήλεος.
但在本性上且大体上说,雄性比雌性更长寿;其原因在于雄性动物比雌性更热。
Τὰ δ’ αὐτὰ ἐν τοῖς ἀλεεινοῖς μακροβιώτερά ἐστιν ἢ ἐν τοῖς ψυχροῖς τόποις, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ τὰ μείζω.
在温暖地方的同类事物比在寒冷地方的更长寿,其原因与大者更长寿的原因相同。
Καὶ μάλιστ’ ἐπίδηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων· διὸ οἵ τ’ ὄφεις καὶ αἱ σαῦραι καὶ τὰ φολιδωτὰ μεγάλα ἐν τοῖς θερμοῖς τόποις, καὶ ἐν τῇ θαλάττῃ τῇ ἐρυθρᾷ τὰ ὀστρακόδερμα· τῆς τε γὰρ αὐξήσεως ἡ θερμὴ ὑγρότης αἰτία καὶ τῆς ζωῆς.
在本性寒冷的动物中,体型的大小尤为明显;因此,蛇、蜥蜴和有鳞类的动物在温暖的地方体型巨大,在红海中贝壳类动物也很大;因为温热的湿气是生长和生命的原因。
Ἐν δὲ τοῖς ψυχροῖς τόποις ὑδατωδέστερον τὸ ὑγρὸν τὸ ἐν τοῖς ζῴοις ἐστίν· διὸ εὔπηκτον, ὥστε τὰ μὲν οὐ γίνεται ὅλως τῶν ζῴων τῶν ὀλιγαίμων ἢ ἀναίμων ἐν τοῖς πρὸς τὴν ἄρκτον τόποις, οὔτε τὰ πεζὰ ἐν τῇ γῇ οὔτε τὰ ἔνυδρα ἐν τῇ θαλάττῃ, τὰ δὲ γίνεται μέν, ἐλάττω δὲ καὶ βραχυβιώτερα· ἀφαιρεῖται γὰρ ὁ πάγος τὴν αὔξησιν.
但在寒冷的地方,动物体内的湿气水分更多;因此容易凝固,以至于在北方地区,有些少血或无血的动物根本无法生存,既没有陆地上的陆生动物,也没有海洋中的水生动物,而有些虽然能生存,但体型更小且寿命更短;因为冰冻夺去了它们的生长。
Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ φυτὰ καὶ τὰ ζῷα φθείρονται· συντήκει γὰρ αὐτὰ ἑαυτά· ὥσπερ γὰρ ἡ πολλὴ φλὸξ κατακαίει καὶ φθείρει τὴν ὀλίγην τῷ τὴν τροφὴν ἀναλίσκειν, οὕτω τὸ φυσικὸν θερμὸν τὸ πρῶτον πεπτικὸν ἀναλίσκει τὴν ὕλην ἐν ᾗ ἐστίν.
如果不摄入营养,植物和动物都会毁灭;因为它们会自我消耗;因为正如猛烈的火焰通过消耗燃料来烧尽并毁灭微弱的火焰一样,作为最初消化力量的天然之热会消耗掉它所存在的物质。
Τὰ δ’ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια οὐχ ὅτι ὑγρὰ ἁπλῶς, ἀλλ’ ὅτι ὑδατώδη· τὸ δὲ τοιοῦτον ὑγρὸν εὔφθαρτον, ὅτι ψυχρὸν καὶ εὔπηκτον.
水生动物比陆生动物寿命更短,不是因为它们仅仅是湿的,而是因为它们是多水的;这种湿气极易毁灭,因为它是冷的且容易凝固。
Καὶ τὸ ἄναιμον διὰ τὸ αὐτό, ἐὰν μὴ μεγέθει ἀπαμύνηται· οὔτε γὰρ λίπος οὔτε γλυκὺ ἔχει.
无血动物也是因为同样的原因,除非它以体型来保护自己;因为它既没有脂肪也没有甜味。
Ἐν γὰρ ζῴῳ τὸ λιπαρὸν γλυκύ· διὸ αἱ μέλιτται μακροβιώτεραι ἑτέρων μειζόνων ζῴων.
因为在动物中,脂肪是甜的;因此蜜蜂比其他一些体型更大的动物更长寿。

词汇与语法注释

  1. 5ὅτι ἀέρος — 在表示原因的 ὅτι 从句中,名词属格 ἀέρος 作为表示材料或成分的属格(意为“由空气构成”)起作用,指向主语(脂肪物质 τὰ λιπαρὰ),并省略了系动词 ἐστί。
  2. p.319τὰ λειπόμενα... λείπεται — 这是一个表示数量与质量相关关系的紧密条件句:“在湿气数量上不足的事物,如果在质量上超出的比例大于在数量上不足的比例,就会更长寿。”它表达了质量对数量的精密补偿作用。
  3. p.319τὸ τοιοῦτον — 指示代词 τὸ τοιοῦτον 是中性主格,指代前文中的“残余物(περίττωμα)”,作为及物动词 ἀναιρεῖ(“毁灭”)的主语。其直接宾语(身体或生命体)因在上下文中显而易见而被省略。
  4. p.320ἀπαμύνηται — 动词 ἀπαμύνω(“防御、驱逐”)的第三人称单数现在时虚拟式中动。在条件从句 ἐὰν μή(“除非”)中,它作为中动语态(具有反身意义)起作用,表示“(利用体型)自我保护/抵御(不利条件)”。

引用这一段

亚里士多德, 论长寿与短寿 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg020.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。