§1## ΠΕΡΙ ΜΑΚΡΟΒΙΟΤΗΤΟΣ ΚΑΙ ΒΡΑΧΥΒΙΟΤΗΤΟΣ.
Περὶ δὲ τοῦ τὰ μὲν εἶναι μακρόβια τῶν ζῴων τὰ δὲ βραχύβια, καὶ περὶ ζωῆς ὅλως μήκους καὶ βραχύτητος ἐπισκεπτέον τὰς αἰτίας.
## 论长寿与短寿关于有些动物长寿而有些动物短命,以及关于整个生命的长度与短度的原因,我们必须进行考察。
Ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν.
考察的必要起点,首先应当从对这些问题进行探讨开始。
Οὐ γάρ ἐστι δῆλον πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια· καὶ γὰρ τῶν φυτῶν· τὰ μὲν ἐπέτειον τὰ δὲ πολυχρόνιον ἔχει τὴν ζωήν.
因为并不清楚,在所有动物和植物中,有些长寿有些短命的原因,究竟是同一个还是不同的;因为在植物中,有些寿命只有一年,而有些则能生存很长时间。
Ἔτι δὲ πότερον ταὐτὰ μακρόβια καὶ τὴν φύσιν ὑγιεινὰ τῶν φύσει συνεστώτων, ἢ κεχώρισται καὶ τὸ βραχύβιον καὶ τὸ νοσῶδες, ἢ κατ’ ἐνίας μὲν νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα τοῖς βραχυβίοις, κατ’ ἐνίας δ’ οὐδὲν κωλύει νοσώδεις εἶναι μακροβίους ὄντας.
此外,在由自然所构成的事物中,长寿的是否也就是天生健康的,还是说,短命与多病是截然分开的;或者在某些疾病方面,天生多病的身体与短命者相重合,而在另一些疾病方面,则丝毫不妨碍多病者成为长寿者?
Περὶ μὲν οὖν ὕπνου καὶ ἐγρηγόρσεως εἴρηται πρότερον, περὶ δὲ ζωῆς καὶ θανάτου λεκτέον ὕστερον, ὁμοίως δὲ καὶ περὶ νόσου καὶ ὑγιείας, ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ· νῦν δὲ περὶ τῆς αἰτίας τοῦ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια, καθάπερ εἴρηται πρότερον, θεωρητέον.
因此,关于睡眠和醒觉,此前已经讨论过;关于生命与死亡,随后必须予以讨论,同样关于疾病与健康,也必须在属于自然哲学的范围内予以讨论;而现在,正如先前所说,我们必须考察有些长寿而有些短命的原因。
Ἔστι δ’ ἔχοντα τὴν διαφορὰν ταύτην ὅλα τε πρὸς ὅλα γένη, καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα.
这种差异既存在于整个属与整个属之间,也存在于同一物种下的不同个体之间。
Λέγω δὲ κατὰ γένος μὲν διαφέρειν οἷον ἄνθρωπον πρὸς ἵππον (μακροβιώτερον γὰρ τὸ τῶν ἀνθρώπων γένος ἢ τὸ τῶν ἵππων), κατ’ εἶδος δ’ ἄνθρωπον πρὸς ἄνθρωπον· εἰσὶ γὰρ καὶ ἄνθρωποι οἱ μὲν μακρόβιοι οἱ δὲ βραχύβιοι ἕτεροι καθ’ ἑτέρους τόπους διεστῶτες· τὰ μὲν γὰρ ἐν τοῖς θερμοῖς τῶν ἐθνῶν μακροβιώτερα, τὰ δ’ ἐν τοῖς ψυχροῖς βραχυβιώτερα.
我所说的在属上的差异,例如人与马相比(因为人的这一属比马的这一属更长寿),在种上的差异,则是人与人相比;因为人之中也有一些长寿而另一些短命,他们分布在不同的地区;因为生活在炎热地区的民族更长寿,而生活在寒冷地区的则较短命。
Καὶ τῶν τὸν αὐτὸν δὲ τόπον οἰκούντων διαφέρουσιν ὁμοίως τινὲς ταύτην πρὸς ἀλλήλους τὴν διαφοράν.
而且在居住在同一地区的人们中,同样也有一些人在这一点上彼此存在着这种差异。
§2Δεῖ δὴ λαβεῖν τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνεστῶσι καὶ τί τὸ οὐκ εὔφθαρτον.
因此,我们必须掌握在由自然所构成的事物中,什么是易于毁灭的,什么是不易于毁灭的。
Πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν, τυγχάνει γενέσεως καὶ φθορᾶς αἴτια ἀλλήλοις, ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐκ τούτων ὄντα καὶ συνεστῶτα μετέχειν τῆς τούτων φύσεως εὔλογον, ὅσα μὴ συνθέσει ἐκ πολλῶν ἐστίν, οἷον οἰκία.
因为火、水以及与它们同类的事物,由于不具有相同的力量,恰好互为产生和毁灭的原因;因此,其他每一事物既然是由这些元素所构成和组成的,分有它们的本性也就是合理的,只要它们不是由许多事物复合而成的,比如房屋。
Περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος λόγος· εἰσὶ γὰρ ἴδιαι φθοραὶ πολλοῖς τῶν ὄντων, οἷον ἐπιστήμῃ καὶ ὑγιείᾳ καὶ νόσῳ· ταῦτα γὰρ φθείρεται καὶ μὴ φθειρομένων τῶν δεκτικῶν ἀλλὰ σωζομένων, οἷον ἀγνοίας μὲν φθορὰ ἀνάμνησις καὶ μάθησις, ἐπιστήμης δὲ λήθη καὶ ἀπάτη.
关于其他事物,则有另外的说法;因为许多存在物都有其特有的毁灭,例如知识、健康和疾病;因为即使承载它们的主体没有毁灭而被保存,这些事物也会毁灭,例如,无知的毁灭是回忆和学习,而知识的毁灭则是遗忘和误导。
Κατὰ σημβεβηκὸς δ’ ἀκολουθοῦσι τοῖς φυσικοῖς αἱ τῶν ἄλλων φθοραί· φθειρομένων γὰρ τῶν ζῴων φθείρεται καὶ ἡ ἐπιστήμη καὶ ἡ ὑγίεια ἡ ἐν τοῖς ζῴοις.
但间接地,其他事物的毁灭伴随着自然事物的毁灭;因为当动物毁灭时,动物之中的知识和健康也随之毁灭。
Διὸ καὶ περὶ ψυχῆς συλλογίσαιτ’ ἄν τις ἐκ τούτων· εἰ γάρ ἐστι μὴ φύσει ἀλλ’ ὥσπερ ἐπιστήμη ἐν ψυχῇ, οὕτω καὶ ψυχὴ ἐν σώματι, εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορὰ παρὰ τὴν φθορὰν ἣν φθείρεται φθειρομένου τοῦ σώματος.
因此,人们也可以根据这些事实来推论灵魂;因为如果灵魂存在于身体中,不是由自然决定的,而是像知识在灵魂中那样,那么除了身体毁灭时灵魂也随之毁灭之外,灵魂自身还应该有另一种毁灭。
Ὥστ’ ἐπεὶ οὐ φαίνεται τοιαύτη οὖσα, ἄλλως ἂν ἔχοι πρὸς τὴν τοῦ σώματος κοινωνίαν.
因此,既然灵魂似乎不具有这种性质,那么它与身体的结合必定是另一种方式。