§9#2Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τοιαῦτα ἕτερα, εἴπερ πάσης καταφάσεως καὶ ἀποφάσεως ἢ ἐπὶ τῶν καθόλου λεγομένων ὡς καθόλου ἢ ἐπὶ τῶν καθ᾿ ἕκαστον ἀνάγκη τῶν ἀντικειμένων εἶναι τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, μηδὲν δὲ ὁπότερ᾿ ἔτυχεν εἶναι ἐν τοῖς γιγνομένοις, ἀλλὰ πάντα εἶναι καὶ γίγνεσθαι ἐξ ἀνάγκης.
如果对于每一个肯定和否定,无论是对于普遍地陈述的普遍者,还是对于个别者,对立的两者中必有一个为真,另一个为假,并且在生成的事物中没有任何事物是“无论哪种可能”的,而是一切事物都是出于必然地存在和生成,那么,以上这些以及其他类似的荒谬结论就会产生。
Ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι, ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, ἔσται τοδί, ἐὰν δὲ μὴ τοδί, οὐκ ἔσται τοδί.
这样一来,我们既不需要深思熟虑,也不需要辛劳,以为“如果我们做这件事,这件事就会发生;而如果我们不做这件事,这件事就不会发生”。
Οὐδὲν γὰρ κωλύει καὶ εἰς μυριοστὸν ἔτος τὸν μὲν φάναι τοῦτο ἔσεσθαι τὸν δὲ μὴ φάναι, ὥστε ἐξ ἀνάγκης ἔσεσθαι ὁποτερονοῦν αὐτῶν ἀληθὲς ἦν εἰπεῖν τότε.
因为即使在一万年前,一个人说这将会发生,而另一个人说不会,也完全没有什么能够阻止,因此他们当时说得对的那一方所说的事情,必然会发生。
Ἀλλὰ μὴν οὐδὲ τοῦτο διαφέρει, εἴ τινες εἶπον τὴν ἀντίφασιν ἢ μὴ εἶπον·
但是,是否有某些人说出了这一矛盾对立,其实并无分别;因为显而易见,即使没有人肯定或否定,事物的情况也是如此。
δῆλον γὰρ ὅτι οὕτως ἔχει τὰ πράγματα, κἂν μὴ ὁ μὲν καταφήσῃ τι ὁ δὲ ἀποφήσῃ οὐδὲ γὰρ διὰ τὸ καταφαθῆναι ἢ ἀποφαθῆναι ἔσται ἢ οὐκ ἔσται, οὐδ᾿ εἰς μυριοστὸν ἔτος μᾶλλον ἢ ἐν ὁποσῳοῦν χρόνῳ.
因为事物不会因为被肯定或否定而发生或不发生,一万年前如此,在任何其他时间也是如此。
Ὥστε εἰ ἐν ἅπαντι τῷ χρόνῳ οὕτως εἶχεν ὥστε τὸ ἕτερον ἀληθεύεσθαι, ἀναγκαῖον ἦν τοῦτο γενέσθαι, καὶ ἕκαστον τῶν γενομένων ἀεὶ οὕτως εἶχεν ὥστε ἐξ ἀνάγκης γενέσθαι.
因此,如果说在所有时间里,事物的情况都是其中一者为真,那么它就必然会发生,并且每一个已经发生的事物随时都处于必然会发生的状态。
Ὅ τε γὰρ ἀληθῶς εἶπέ τις ὅτι ἔσται, οὐχ οἷόν τε μὴ γενέσθαι· καὶ τὸ γινομένον ἀληθὲς ἦν εἰπεῖν ἀεὶ ὅτι ἔσται.
因为某人真实地说过将会发生的事情,是不可能不发生的;而对于正在发生的事情,随时说它将会发生,一直都是真的。
Εἰ δὴ ταῦτα ἀδύνατα — ὁρῶμεν γὰρ ὅτι ἔστιν ἀρχὴ τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι, καὶ ὅτι ὅλως ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἶναι καὶ μὴ ὁμοίως· ἐν οἷς ἄμφω ἐνδέχεται, καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ὥστε καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι.
如果这些确实是不可能的——因为我们看到未来的事物的起点既来自于深思熟虑,也来自于某些行动,而且总的来说,在那些并非随时都在现实活动(作动)的事物中,存在着与不存在的同等潜能;在这些事物中,存在和不存在两者都是可能的,因此生成和不生成两者也都是可能的。
Καὶ πολλὰ ἡμῖν δῆλά ἐστιν οὕτως ἔχοντα, οἷον ὅτι τουτὶ τὸ ἱμάτιον δυνατόν ἐστι διατμηθῆναι καὶ οὐ διατμηθήσεται, ἀλλ᾿ ἔμπροσθεν κατατριβήσεται.
我们也清楚地看到,许多事物的情况确实如此,例如,这件外衣有可能被剪开,但它却不会被剪开,而是先破旧磨损。
Ὁμοίως δὲ καὶ τὸ μὴ διατμηθῆναι δυνατόν· οὐ γὰρ ἂν ὑπῆρχε τὸ ἔμπροσθεν αὐτὸ κατατριβῆναι, εἴγε μὴ δυνατὸν ἦν τὸ μὴ διατμηθῆναι.
同样,它不被剪开也是可能的;因为如果它不被剪开是不可能的,那么它先破旧磨损的情况就不可能存在。
Ὥστε καὶ ἐπὶ τῶν ἄλλων γενέσεων, ὅσαι κατὰ δύναμιν λέγονται τὴν τοιαύτην.
因而,在其他凡是根据这种潜能而谈论的生成中,情况也是如此。
Φανερὸν ἄρα ὅτι οὐχ ἅπαντα ἐξ ἀνάγκης οὔτ᾿ ἔστιν οὔτε γίνεται, ἀλλὰ τὰ μὲν ὁπότερ᾿ ἔτυχε, καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής, τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ᾿ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή.
因此,显而易见,并非所有事物都是出于必然地存在或生成的,而是一些事物属于“无论哪种可能”,其肯定并不比否定更真,另一些事物则更多是其中一种情况,并且在大体上是如此,但依然有可能发生另一种情况,而这一种不发生。
Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾗ, ἀνάγκη·
因此,存在者在存在时存在,不存在者在不存在时不存在,这是必然的。
οὐ μὴν οὔτε τὸ ὂν ἅπαν ἀνάγκη εἶναι οὔτε τὸ μὴ ὂν μὴ εἶναι.
然而,并不是所有存在者都必然存在,也不是所有不存在者都必然不存在。
Οὐ γὰρ ταὐτόν ἐστι τὸ ὂν ἅπαν εἶναι ἐξ ἀνάγκης ὅτε ἔστι, καὶ τὸ ἁπλῶς εἶναι ἐξ ἀνάγκης.
因为存在者在存在时必然存在,与无条件地必然存在,这两者并不相同。
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντος.
对于不存在者也是同样的道理。
Καὶ ἐπὶ τῆς ἀντιφάσεως ὁ αὐτὸς λόγος.
关于矛盾对立也是同样的说法。
Εἶναι μὲν ἢ μὴ εἶναι ἅπαν ἀνάγκη, καὶ ἔσεσθαί γε ἢ μή· οὐ μέντοι διελόντα γε εἰπεῖν θάτερον ἀναγκαῖον.
一切事物要么存在要么不存在是必然的,将来存在或不存在也是必然的;但是,并不能把它们拆开来,说其中一者是必然的。
Λέγω δὲ οἷον ἀνάγκη μὲν ἔσεσθαι ναυμαχίαν αὔριον ἢ μὴ ἔσεσθαι, οὐ μέντοι ἔσεσθαί γε αὔριον ναυμαχίαν ἀναγκαῖον οὐδὲ μὴ γενέσθαι· γενέσθαι μέντοι ἢ μὴ γενέσθαι ἀναγκαῖον.
我的意思是,例如,明天要么发生海战要么不发生海战是必然的,但明天发生海战并不是必然的,不发生也不是必然的;然而发生或不发生是必然的。
Ὤστ᾿ ἐπεὶ ὁμοίως οἱ λόγοι ἀληθεῖς ὥσπερ τὰ πράγματα, δῆλον ὅτι ὅσα οὕτως ἔχει ὥστε ὁπότερ᾿ ἔτυχε καὶ τἀναντία ἐνδέχεσθαι, ἀνάγκη ὁμοίως ἔχειν καὶ τὴν ἀντίφασιν.
所以,由于言论和事物本身一样是真的,显而易见,凡是事物属于“无论哪种可能”并能接受相反情况的,矛盾对立也必然同样如此。
Ὅπερ συμβαίνει ἐπὶ τοῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ μὴ οὖσιν.
这发生在那些并非总是存在或并非总是非存在的事物上。
Τούτων γὰρ ἀνάγκη μὲν θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι ἢ ψεῦδος, οὐ μέντοι τόδε ἢ τόδε ἀλλ᾿ ὁπότερ᾿ ἔτυχε, καὶ μᾶλλον μὲν ἀληθῆ τὴν ἑτέραν, οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδῆ.
因为在这些事物中,矛盾对立的其中一部分必然是真或假,但不是这一个或那一个,而是“无论哪种可能”;其中一者可能更有可能是真的,但并不因此就是(决定性的)真或假。
Ὥστε δῆλον ὅτι οὐκ ἀνάγκη πάσης καταφάσεως καὶ ἀποφάσεως τῶν ἀντικειμένων τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ὄντων, οὕτως ἔχει καὶ ἐπὶ τῶν μὴ ὄντων μὲν δυνατῶν δὲ εἶναι ἢ μὴ εἶναι, ἀλλ᾿ ὥσπερ εἴρηται.
因而显而易见,并不是对于所有对立的肯定和否定,都必然是一个为真另一个为假;因为对于那些不存在但可能存在或不存在的事物,情况并不像存在的事物那样,而是如前所述。