§9#1Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι, καὶ ἐπὶ μὲν τῶν καθόλου ὡς καθόλου ἀεὶ τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι, καὶ ἐπὶ τῶν καθ᾿ ἕκαστα, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν καθόλου μὴ καθόλου λεχθέντων οὐκ ἀνάγκη· εἴρηται δὲ καὶ περὶ τούτων.
对于存在的事物和已经发生的事物,肯定或否定必有一个为真,另一个为假。 而且在普遍者被普遍陈述的情况下,以及在个别者的情况下,如前所述,始终是一个为真,另一个为假;但对于不曾普遍陈述的普遍者,这并不是必然的,关于这些我们也已经说过了。
Ἐπὶ δὲ τῶν καθ᾿ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίως.
但对于个别且未来的事物,情况并非同样如此。
Εἰ γὰρ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὥστε εἰ ὁ μὲν φήσει ἔσεσθαί τι ὁ δὲ μὴ φήσει τὸ αὐτὸ τοῦτο, δῆλον ὅτι ἀνάγκη ἀληθεύειν τὸν ἕτερον αὐτῶν, εἰ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἢ ψευδής.
因为如果每一个肯定和否定要么是真的,要么是假的,那么一切事物也必然存在或不存在,以至于如果有人说某事将会发生,而另一个人说这同一件事不会发生,那么显然,如果每一个肯定和否定要么是真的,要么是假的,他们之中必有一人说的是真话。
Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις.
因为在这些情况下,两者不可能同时存在。
Εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν ἢ ὅτι οὐ λευκόν ἐστιν, ἀνάγκη εἶναι λευκὸν ἢ οὐ λευκόν, καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκόν, ἀληθὲς ἦν φάναι ἢ ἀποφάναι· καὶ εἰ μὴ ὑπάρχει, ψεύδεται, καὶ εἰ ψεύδεται, οὐχ ὑπάρχει, ὥστε ἀνάγκη ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ.
因为如果说一物是白的或不是白的是真的,它就必然是白的或不是白的;而如果它是白的或不是白的,那么肯定它或否定它就是真的;如果它不存在,说话的人就是在说谎,而如果他是在说谎,它就不存在;因此,肯定或否定必有一个为真,另一个为假。
Οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔθ᾿ ὁπότερ᾿ ἔτυχεν, οὐδὲ ἔσται ἢ οὐκ ἔσται, ἀλλ᾿ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ᾿ ἔτυχεν.
因而,没有任何事物是偶然地或作为“无论哪种可能”而存在或生成的,也不会是将要存在或将要不存在,而是一切都出于必然,并非“无论哪种可能”。
Ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφάς.
因为要么是肯定者说的是真话,要么否否定者说的是真话。
Ὁμοίως γὰρ ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετο· τὸ γὰρ ὁπότερ᾿ ἔτυχεν οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξει.
因为否则,它生成或不生成将是同样可能的;因为所谓“无论哪种可能”,其现在或将来如此,并不比不如此更有可能。
Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν, ὥστε ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὁτιοῦν τῶν γενομένων ὅτι ἔστιν ἢ ἔσται.
此外,如果某物现在是白的,那么先前说它将是白的就是真的,因此对于任何已经发生的事物,随时说它存在或将要存在都是真的。
Εἰ δὲ ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔστιν ἢ ἔσται, οὐχ οἷόν τε τοῦτο μὴ εἶναι οὐδὲ μὴ ἔσεσθαι.
但如果随时说它存在或将要存在都是真的,那么它就不可能不存在或将不发生。
Ὃ δὲ μὴ οἷόν τε μὴ γενέσθαι, ἀδύνατον μὴ γενέσθαι· ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκη γενέσθαι.
而那不可能不发生的事物,是不可能不生成的;而不可能不生成的事物,是必然要生成的。
Ἅπαντα οὖν τὰ ἐσόμενα ἀναγκαῖον γενέσθαι.
因此,一切将要发生的事物都是必然发生的。
Οὐδὲν ἄρα ὁπότερ᾿ ἔτυχεν οὐδὲ ἀπὸ τύχης ἔσται· εἰ γὰρ ἀπὸ τύχης, οὐκ ἐξ ἀνάγκης.
由此可见,没有任何事物是作为“无论哪种可能”或偶然存在的;因为如果是偶然的,就不是出于必然。
Ἀλλὰ μὴν οὐδ᾿ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται.
然而,我们也同样不能说两者都不真,例如说它既不会存在,也不会不存在。
Πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι.
因为首先,如果肯定为假,否定就不真;而如果否定为假,结果肯定就不真。
Καὶ πρὸς τούτοις, εἰ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν καὶ μέγα, δεῖ ἄμφω ὑπάρχειν.
此外,如果说一物是白的且是大的为真,那么这两者就必须存在。
Εἰ δὲ ὑπάρξει εἰς αὔριον, ὑπάρξει εἰς αὔριον.
而如果它们明天将存在,它们明天就会存在。
Εἰ δὲ μήτε ἔσται μήτε μὴ ἔσται αὔριον, οὐκ ἂν εἴη τὸ ὁπότερ᾿ ἔτυχεν, οἷον ναυμαχία· δέοι γὰρ ἂν μήτε γενέσθαι ναυμαχίαν αὔριον μήτε μὴ γενέσθαι.
但如果明天既不存在,也不不存在,那么“无论哪种可能”的事(例如一场海战)就不可能存在;因为这需要明天既不发生海战,也不不发生海战。