Humanitext Reader

亚里士多德 · 解释篇 §10#1

包含系词与不定名词的命题四种对立

第 6 段,共 13 段 · 希腊语

内容简介

亚里士多德分析了肯定和否定的组成要素(名词、动词以及“不定名词”等变体),阐明了当“是”作为第三个要素(系词)附加陈述时所产生的四种对立模式,并澄清了全称量词“每个”的逻辑功能。

§10#1Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον, ἓν δὲ δεῖ εἶναι καὶ καθ᾿ ἑνὸς τὸ ἐν τῇ καταφάσει (τὸ δὲ ὄνομα εἴρηται καὶ τὸ ἀνώνυμον πρότερον· τὸ γὰρ οὐκ ἄνθρωπος ὄνομα μὲν οὐ λέγω ἀλλ᾿ ἀόριστον ὄνομα· ἓν γάρ πως σημαίνει καὶ τὸ ἀόριστον· ὥσπερ καὶ τὸ οὐχ ὑγιαίνει οὐ ῥῆμα ἀλλ᾿ ἀόριστον ῥῆμα), ἔσται πᾶσα κατάφασις καὶ ἀπόφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος.
既然肯定是指称某事物关于某事物的,而这或者是名词,或者是无名者(不定名词),并且在肯定文中的东西必须是一个且关于一个(关于名词和无名者前面已经说过了;因为我不把“非人”称为名词,而是称为不定名词;因为不定名词在某种意义上也是指称一个东西,正如“不健康”不是动词,而是不定动词),所以每一个肯定和否定都或者是来自于名词和动词,或者是来自于不定名词和动词。
Ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις· τὸ γὰρ ἔστιν ἢ ἔσται ἢ ἦν ἢ γίνεται, ἢ ὅσα ἄλλα τοιαῦτα, ῥήματα ἐκ τῶν κειμένων ἐστί· προσσημαίνει γὰρ χρόνον.
没有动词就没有肯定或否定;因为“是”、“将是”、“曾是”、“生成”,或者其他诸如此类的词,都是已有设定中的动词;因为它们附加地指称时间。
Ὥστε πρώτη ἔσται κατάφασις καὶ ἀπόφασις τὸ ἔστιν ἄνθρωπος — οὐκ ἔστιν ἄνθρωπος, εἶτα ἔστιν οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐκ ἄνθρωπος, πάλιν ἔστι πᾶς ἄνθρωπος — οὐκ ἔστι πᾶς ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωπος — οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος.
因此,第一个肯定和否定将是:“人是”——“人不是”;其次是:“非人是”——“非人不是”;再次是:“每个人是”——“并非每个人是”;“每个非人是”——“并非每个非人是”。
Καὶ ἐπὶ τῶν ἐκτὸς δὲ χρόνων ὁ αὐτὸς λόγος.
对于现在之外的其他时间,也是同样的道理。
Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις.
而当“是”作为第三个要素被附加地陈述时,对立就已经以两种方式被说出。
Λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει.
我的意思是,例如“人是公正的”;我说在肯定文里,“是”作为第三个要素被结合,无论是名词还是动词。
Ὥστε διὰ τοῦτο τέτταρα ἔσται ταῦτα, ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ.
因此,因为这一点,这些将是四个,其中两个按照顺序(如缺乏)与肯定和否定相关联,而另外两个则不然。
Λέγω δ᾿ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ, ὥστε καὶ ἡ ἀπόφασις.
我的意思是,“是”要么被附加给“公正的”,要么被附加给“不公正的”,对于否定也是如此。
Τέτταρα οὖν ἔσται.
因此将会有四个。
Νοοῦμεν δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένων.
我们可以从下面写出的内容中理解所说的话。
Ἔστι δίκαιος ἄνθρωπος· ἀπόφασις τούτου, οὐκ ἔστι δίκαιος ἄνθρωπος.
“人是公正的”;此之否定,“人不是公正的”。
Ἔστιν οὐ δίκαιος ἄνθρωπος· τούτου ἀπόφασις, οὐκ ἔστιν οὐ δίκαιος ἄνθρωπος.
“人是不公正的”;此之否定,“人不是不公正的”。
Τὸ γὰρ ἔστιν ἐνταῦθα καὶ τὸ οὐκ ἔστι τῷ δικαίῳ προσκείσεται καὶ τῷ οὐ δικαίῳ.
因为这里的“是”和 “不是”将被附加到“公正的”和“不公正的”上。
Ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται.
因此,这些就像在《分析篇》中所说的那样,被如此排列。
Ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις, οἷον πᾶς ἐστὶν ἄνθρωπος δίκαιος.
如果对名词的肯定也是普遍的,情况也是类似的,例如“每个人都是公正的”。
Ἀπόφασις τούτου, οὐ πᾶς ἐστὶν ἄνθρωπος δίκαιος.
此之否定,“并非每个人都是公正的”。
Πᾶς ἐστὶν ἄνθρωπος οὐ δίκαιος — οὐ πᾶς ἐστὶν ἄνθρωπος οὐ δίκαιος.
“每个人都是不公正的”——“并非每个人都是不公正的”。
Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν· ἐνδέχεται δὲ ποτέ.
只不过对角线相对的那些不可能以同样的方式同时为真;但有时也是可能的。
Αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ δύο πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέν· ἔστι δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος.
因此,这两组是对立的,另外两组则是以“非人”作为某种附加的主语:“非人是公正的”——“非人不是公正的”,“非人是不公正的”——“非人不是不公正的”。
Πλείους δὲ τούτων οὐκ ἔσονται ἀντιθέσεις.
此外将不会有更多的对立。
Αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ καθ᾿ ἑαυτὰς ἔσονται, ὡς ὀνόματι τῷ οὐκ ἄνθρωπος χρώμεναι.
这些将独立于那些而自行存在,把“非人”当作名词来使用。
Ἐφ᾿ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνει καὶ βαδίζει, ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτω τιθέμενον ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο, οἷον ὑγιαίνει πᾶς ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς ἄνθρωπος, ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος.
而在那些“是”不适用的情况下,例如“健康”和“步行”,在这些情况下,将它们如此放置会产生与附加了“是”完全相同的效果,例如,“每个人都是健康的”——“并非每个人都是健康的”,“每个非人都是健康的”——“并非每个非人都是健康的”。
Οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον, ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῷ ἄνθρωπος προσθετέον.
因为我们不应当说“并非每个人”,而应当把“不”这一否定词附加给“人”。
Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ᾿ ὅτι καθόλου.
因为“每个”并不指称普遍者,而是指称它是普遍地。
Δῆλον δὲ ἐκ τοῦδε, ὑγιαίνει ἄνθρωπος — οὐχ ὑγιαίνει ἄνθρωπος, ὑγιαίνει οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει οὐκ ἄνθρωπος.
这从以下内容中可以明显看出:“人是健康的”——“人不是健康的”,“非人是健康的”——“非人不是健康的”。
Ταῦτα γὰρ ἐκείνων διαφέρει τῷ μὴ καθόλου εἶναι.
因为这些在不是普遍的这一点上与那些有所不同。
Ὥστε τὸ πᾶς ἢ οὐδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασιν.
因而,“每个”或“没有人(无一)”除了附加地指称对名词进行普遍的肯定或否定之外,不指称任何其他东西。
Τὰ δὲ ἄλλα τὰ αὐτὰ δεῖ προστιθέναι.
至于其余部分,必须附加相同的内容。

词汇与语法注释

  1. ¦1¦Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα — 由从属连词 ἐπεί 引导的长原因从句的开始,在夹杂了长括号插入语之后,主句部分由 ἔσται πᾶσα κατάφασις... 开始。掌握整个句子的宏观结构对理解非常重要。
  2. ¦3¦Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται — 主语为 τὸ ἔστι,而 τρίτον 作为谓语性成分与动词 προσκατηγορῆται(被附加地陈述)连用。这里解释了“是”(系词)在主语和谓语之外作为第三个要素被引入的句法。
  3. ¦3¦ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις — 关系代词 ὧν 的先行词是紧接在前的 τέτταρα(四个命题)。动词 ἕξει 作不及物动词使用,与介词 πρός 连用表示“与……具有(特定)关系”。
  4. ¦8¦Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ᾿ ὅτι καθόλου. — 主语 τὸ πᾶς(“每个”这一表达)本身并不指称“普遍者”(τὸ καθόλου),而是从语法上表明谓述是以“普遍地”(ὅτι καθόλου)这种量化方式进行的。

引用这一段

亚里士多德, 解释篇 §10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。