§7Ἐπεὶ δ᾿ ἐστὶ τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ᾿ ἕκαστον (λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, καθ᾿ ἕκαστον δὲ ὃ μή, οἷον ἄνθρωπος μὲν τῶν καθόλου, Καλλίας δὲ τῶν καθ᾿ ἕκαστον)· ἀνάγκη δὲ ἀποφαίνεσθαι ὡς ὑπάρχει τι ἢ μὴ ὁτὲ μὲν τῶν καθόλου τινί, ὁτὲ δὲ τῶν καθ᾿ ἕκαστον.
既然在事物中,有些是普遍的,有些是个别的(我所谓的普遍,是指其本性上能陈述于复数事物之上者,个别则是指不能如此者;例如,“人”属于普遍者,“卡里亚”则属于个别者);那么,必然有时候宣示某物存在或不存在于普遍者中的某一个,有时候则宣示于个别者。
Ἐὰν μὲν οὖν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μή, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις.
因此,如果有人对普遍者普遍地宣示某物存在或不存在,这些宣示将是相反的。
Λέγω δὲ ἐπὶ τοῦ καθόλου ἀποφαίνεσθαι καθόλου, οἷον πᾶς ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός.
我所谓“对普遍者普遍地宣示”,例如“每一个普通人都是白的”、“没有一个人是白的”。
Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ, αὗται μὲν οὐκ εἰσὶν ἐναντίαι, τὰ μέντοι δηλούμενα ἔστιν εἶναι ἐναντία ποτέ.
但当有人针对普遍者、却并非普遍地宣示时,这些宣示本身并不是相反的,然而它们所表明的事物有时可以是相反的。
Λέγω δὲ τὸ μὴ καθόλου ἀποφαίνεσθαι ἐπὶ τῶν καθόλου, οἷον ἔστι λευκὸς ἄνθρωπος, οὐκ ἔστι λευκὸς ἄνθρωπος· καθόλου γὰρ ὄντος τοῦ ἄνθρωπος οὐχ ὡς καθόλου κέχρηται τῇ ἀποφάνσει·
我所谓“针对普遍者却并非普遍地宣示”,例如“人是白的”、“人不是白的”;因为虽然“人”是普遍的,但宣示中并没有把它当作普遍者来使用。
τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ᾿ ὅτι καθόλου.
因为“每一个”并不表示普遍本身,而是表示普遍地。
Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖν τὸ καθόλου οὐκ ἔστιν ἀληθές· οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖται, οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον.
此外,将普遍者普遍地陈述于被陈述的普遍者之上,这不是真实的;因为没有任何一个肯定,其中普遍者被普遍地陈述于被陈述的普遍者之上,会是真实的,例如“每一个普通人都是每一个动物”。
Ἀντικεῖσθαι μὲν οὖν κατάφασιν ἀποφάσει λέγω ἀντιφατικῶς τὴν τὸ καθόλου σημαίνουσαν τῷ αὐτῷ ὅτι οὐ καθόλου, οἷον πᾶς ἄνθρωπος λευκός — οὐ πᾶς ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός — ἔστι τις ἄνθρωπος λευκός· ἐναντίως δὲ τὴν τοῦ καθόλου κατάφασιν καὶ τὴν τοῦ καθόλου ἀπόφασιν, οἷον πᾶς ἄνθρωπος λευκός — οὐδεὶς ἄνθρωπος λευκός, πᾶς ἄνθρωπος δίκαιος — οὐδεὶς ἄνθρωπος δίκαιος.
因此,我所说的肯定与否定呈矛盾对立,是指表明普遍者的肯定对同一事物呈非普遍的否定,例如“每一个普通人都是白的”对“并非每一个普通人都是白的”,“没有一个人是白的”对“有某个人是白的”;而相反对立则是指普遍的肯定与普遍的否定相对立,例如“每一个普通人都是白的”对“没有一个人是白的”,“每一个普通人都是公正的”对“没有一个人是公正的”。
Διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι, τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεταί ποτε ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεῖς εἶναι, οἷον οὐ πᾶς ἄνθρωπος λευκός καὶ ἔστι τις ἄνθρωπος λευκός.
因此,后者(相反对立者)不可能同时为真,而与它们矛盾对立者有时却能关于同一事物同时为真,例如“并非每一个普通人都是白的”与“有某个人是白的”。
Ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλου, ἀνάγκη τὴν ἑτέραν ἀληθῆ εἶναι ἢ ψευδῆ, καὶ ὅσαι ἐπὶ τῶν καθ᾿ ἕκαστα, οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός· ὅσαι δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ, οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής.
因此,凡是关于普遍者且普遍地进行的矛盾对立,必然其中一个是真的,另一个是假的,关于个别事物的矛盾对立也是如此,例如“苏格拉底是白的”对“苏格拉底不是白的”;但凡是关于普遍者却并非普遍地进行的,则并不总是其中一个真而另一个假。
Ἅμα γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι οὐκ ἔστιν ἄνθρωπος λευκός, καὶ ἔστιν ἄνθρωπος καλὸς καὶ οὐκ ἔστιν ἄνθρωπος καλός.
因为可以同时真实地说道“人是白的”和“人不是白的”,以及“人是美的”和“人不是美的”。
Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός· καὶ εἰ γίνεταί τι, καὶ οὐκ ἔστιν.
因为如果他是丑的,他就不是美的;如果某物正在生成,它还不存在。
Δόξειε δ᾿ ἂν ἐξαίφνης ἄτοπον εἶναι διὰ τὸ φαίνεσθαι σημαίνειν τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός ἅμα καὶ ὅτι οὐδεὶς ἄνθρωπος λευκός· τὸ δὲ οὔτε ταὐτὸν σημαίνει οὔθ᾿ ἅμα ἐξ ἀνάγκης.
乍看起来这似乎是荒谬的,因为“人不是白的”似乎同时表明“没有一个人是白的”;但它既不表明相同的意思,也并非出于必然同时成立。
Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεώς ἐστι· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ, ἢ τῶν καθ᾿ ἕκαστά τινος ἢ ἀπὸ τῶν καθόλου τινός, ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλου.
同样显然的是,一个否定对应于一个肯定;因为否定必须否定那肯定所肯定的同一事物,并且要脱离同一主语,不论它是关于个别者之一,还是关于普遍者之一,不论是普遍地还是非普遍地。
Λέγω δὲ οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός.
我所说的例如“苏格拉底是白的”对“苏格拉底不是白的”。
Ἐὰν δὲ ἄλλο τι ἢ ἀπ᾿ ἄλλου τὸ αὐτό, οὐχ ἡ ἀντικειμένη ἀλλ᾿ ἔσται ἐκείνης ἑτέρα.
但如果否定的是其他事物,或者从其他主语中否定同一事物,那便不是对立的否定,而是另一个否定了。
Τῇ δὲ πᾶς ἄνθρωπος λευκός ἡ οὐ πᾶς ἄνθρωπος λευκός, τῇ δὲ τὶς ἄνθρωπος λευκός ἡ οὐδεὶς ἄνθρωπος λευκός· τῇ δὲ ἔστιν ἄνθρωπος λευκός ἡ οὐκ ἔστιν ἄνθρωπος λευκός.
对“每一个普通人都是白的”是对立的是“并非每一个普通人都是白的”;对“有某个人是白的”对立的是“没有一个人是白的”;对“人是白的”对立的是“人不是白的”。
Ὅτι μὲν οὖν μιᾷ καταφάσει μία ἀπόφασις ἀντίκειται ἀντιφατικῶς, καὶ τίνες εἰσὶν αὗται, εἴρηται· καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι, καὶ τίνες εἰσὶν αὗται, εἴρηται· καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις, καὶ διὰ τί, καὶ πότε ἀληθὴς ἢ ψευδής.
因此,一个否定与一个肯定呈矛盾对立,以及这些对立是怎样的,已经说明了;相反对立是另一种对立,以及这些对立是怎样的,也已经说明了;并非每一个矛盾对立中都必然一个为真一个为假,以及其原因,还有在何时一个是真一个是假,均已说明。
§8Μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ᾿ ἑνὸς σημαίνουσα, ἢ καθόλου ὄντος καθόλου ἢ μὴ ὁμοίως, οἷον πᾶς ἄνθρωπος λευκός ἐστιν — οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός, ἔστιν ἄνθρωπος λευκός — οὐκ ἔστιν ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός — ἔστι τις ἄνθρωπος λευκός, εἰ τὸ λευκὸν ἓν σημαίνει.
单一的肯定和否定是指关于一物表明一物的肯定和否定,不论主语是普遍的且被普遍地陈述,还是并非如此,例如“每一个普通人都是白的”对“并非每一个普通人都是白的”,“人是白的”对“人不是白的”,“没有一个人是白的”对“有某个人是白的”,只要“白的”表明一个意思。
Εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖται, ἐξ ὧν μή ἐστιν ἕν, οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία, οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἵππῳ καὶ ἀνθρώπῳ, τὸ ἔστιν ἱμάτιον λευκόν, αὕτη οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία.
但如果将一个名字赋予两个无法结合成一体的事物,那就不是单一的肯定,也不是单一的否定。 例如,如果有人把“外衣”这个名字赋予马和人,那么“外衣是白的”就不是单一的肯定,也不是单一的否定。
Οὐδὲν γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ἔστιν ἵππος καὶ ἄνθρωπος λευκός. Τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ἔστιν ἵππος λευκὸς καὶ ἔστιν ἄνθρωπος λευκός.
因为这样说与说“马和人是白的”没有任何区别,而这又与说“马是白的”且“人是白的”没有任何区别。
Εἰ οὖν αὗται πολλὰ σημαίνουσι καὶ εἰσὶ πολλαί, δῆλον ὅτι καὶ ἡ πρώτη ἤτοι πολλὰ ἢ οὐδὲν σημαίνει· οὐ γάρ ἐστιν ὁ τὶς ἄνθρωπος ἵππος.
因此,如果这些宣示表明了许多事物且是多个宣示,那么显然第一个宣示要么表明许多事物,要么什么也不表明;因为任何一个特定的人都不是马。
Ὥστε οὐδ᾿ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασιν.
从而,即使在这些情况中,也并非必然矛盾对立中一个为真而另一个为假。