§4Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ᾿ οὐχ ὡς κατάφασις ἢ ἀπόφασις.
话语是由约定俗成而具有意义的声音,其部分在分离时具有意义,它是作为单之发声,但并非作为肯定或否定。
Λέγω δέ, οἷον ἄνθρωπος σημαίνει μέν τι, ἀλλ᾿ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ᾿ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ.
我所说的意思是,例如“人”固然表明了某物,但并不表明其存在或不存在;而如果加上某物,它就会成为肯定或否定。
Ἀλλ᾿ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία.
但“人”这一单词的单一音节并非如此。
Οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ ῦς σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον.
因为在“老鼠”中,“乌斯”并不具有意义,而现在它仅仅是一个声音。
Ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ᾿ οὐ καθ᾿ αὑτό, ὡς προείρηται.
在复合词中,部分确实具有意义,但正如前文所述,它本身并不能单独起作用。
Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ᾿ ὡς προείρηται, κατὰ συνθήκην.
每一个话语都具有意义,这不是作为工具,而是如前所述通过约定俗成。
Ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ᾿ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει.
但并非每一个话语都是宣示性的,而只有当真或假存在于其中时才是宣示性的。
Οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ᾿ οὔτε ἀληθὴς οὔτε ψευδής.
但真和假并不存在于所有话语中,例如愿望虽然是话语,但既非真也非假。
Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας.
因此,让其他的话语不予讨论,因为对它们的探讨更适合于修辞学或诗学;而宣示性话语则属于当前的考察范围。
§5Ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις· οἱ δ᾿ ἄλλοι πάντες συνδέσμῳ εἷς.
第一个单一的宣示性话语是肯定,其次是否定;而其他所有话语都通过连接词而成为一个。
Ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως ῥήματος· καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός.
此外,每一个宣示性话语必然由动词或动词的格构成;因为即便是“人”的定义,如果不加上“是”、“曾是”或“将是”或此类东西,它就还不是宣示性话语。
Διότι δὴ ἕν τί ἐστιν ἀλλ᾿ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν·
那么,为什么“两足的陆行动物”是一个东西而不是许多个东西呢?
οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται.
因为决不能单单由于它们被连续说出来,它就成为一个。
Ἔστι δὲ ἄλλης πραγματείας τοῦτο εἰπεῖν.
但说明这一点属于另一门学问。
Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι.
单一的宣示性话语,或者是表明一个事物的话语,或者是通过连接词而成为一个的话语;而复数的宣示性话语,则是表明许多事物(而不是一个)的话语,或者是没有连接词的话语。
Τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι, ἢ ἐρωτῶντός τινος, ἢ μή, ἀλλ᾿ αὐτὸν προαιρούμενον.
因此,名词或动词只能是单之发声,因为人们在发声表明某物时,无法以此种方式来进行宣示,无论是在有人提问时,还是不在有人提问时,而只是出于自己的选择而说出来的。
Τούτων δὲ ἡ μὲν ἁπλῆ ἐστὶν ἀπόφανσις, οἷον τὶ κατά τινος ἢ τὶ ἀπό τινος, ἡ δὲ ἐκ τούτων συγκειμένη οἷον λόγος τις ἤδη σύνθετος.
在这些之中,简单的宣示是,例如,关于某物的某物(肯定),或是脱离某物的某物(否定);而由这些结合而成的,则已经是一种复合的话语。
Ἔστι δὲ ἡ ἁπλῆ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν, ὡς οἱ χρόνοι διῄρηνται.
简单的宣示是,关于某物存在或不存在的具有意义的声音,正如时间已被划分的那样。
§6Κατάφασις δέ ἐστιν ἀπόφανσίς τινος κατά τινος.
肯定,是关于某物的某物的宣示。
Ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος.
否定,是脱离某物的某物的宣示。
Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ περὶ τοὺς ἐκτὸς δὲ τοῦ νῦν χρόνους ὡσαύτως, ἅπαν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι.
既然可以宣示存在者不存在,不存在者存在,存在者存在,以及不存在者不存在,并且在现在以外的时间中也是如此,那么,对于任何人所肯定的,都有可能否定,对于任何人所否定的,都有可能肯定。
Ὥστε δῆλον ὅτι πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις.
从而显然,对每一个肯定都有一个对立的否定,对每一个否定也有一个肯定。
Καὶ ἔστω ἀντίφασις τοῦτο, κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι.
我们且称此为矛盾,即相互对立的肯定和否定。
Λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις.
我所说的“对立”,是指关于同一事物的同一事物的对立,且不是同音异义的,以及其他所有我们为了应对诡辩派的纠缠而追加规定的此类限制。